Κείμενο Παρακλητικού κανόνος Προφήτου Ελισσαίου

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΕΛΙΣΣΑΙΟΝ

Ψαλλομένη εἰς τὸ ἐξωκκλήσιον τοῦ Προφήτου , ἐν Κρανιδίῳ.

Ἐγράφη ἐν Κρανιδίῳ τὴν 14ην Ἰουνίου 2010 – Μνήμη τοῦ Προφήτου Ἐλισσαίου – ὑπὸ τοῦ π. Χριστοφόρου Καραβία.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΕΛΙΣΣΑΙΟΝ

– Ψαλλομένη εἰς τὸ ἐξωκκλήσιον τοῦ Προφήτου , ἐν Κρανιδίῳ. –

Ὁ ἱερεὺς : Εὐλογητὸς ὁ Θεὸς …

Ὁ Ἀναγνώστης : Ἀμήν.

Ὁ ῥμβ΄ (142) Ψαλμὸς
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου• καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος• καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου• μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα• γνώρισόν μοι,
Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου• ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου• τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου• καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Εὐθὺς ψάλλομεν.
Ἦχος δ΄

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν• εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (Τετράκις)

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν τῆς Χριστοῦ μεγαλωσύνης Προφήτην καὶ Ἠλιού τὸν μαθητὴν τὸν πιστώτατον, τὸν Ἐλισσαῖον ἅπαντες ὑμνήσωμεν πιστοὶ. Οὗτος γὰρ ἐν θαύμασι τὴν Θεοῦ παρουσίαν ἔθνεσιν ἐκήρυξεν καὶ συγκόπτων τῷ λόγῳ τῆς ἀσεβείας δένδρον τὸ σαπρόν, τῆς ἀληθείας τὸν σπόρον ἐφύτευσεν .

Δόξα Πατρὶ . Ἦχος δ’
Ὁ ἔνσαρκος Ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει• διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

Καὶ νῦν . Θεοτοκίον
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ἀναγνώστης

Ν΄ (50) Ψαλμός.

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

Εἴτα ψάλλομεν τὸν Κανόνα

Ὠδὴ α΄ Ἦχος πλ. δ΄. Ὁ Εἰρμός.

«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

Προφῆτα τοῦ Θεοῦ πρεσβεῦε ὑπὲρ ἡμῶν.

Προφῆτα Κυρίου θαυματουργὲ, μάκαρ Ἐλισσαῖε, τοὺς προστρέχοντας εὐλαβῶς τῷ θείῳ ναῷ σου νῦν παράσχου τῶν πρεσβειῶν σου τὴν χάριν τὴν ἄφθονον.

Μαθητὴς ὑπάρχων τοῦ Ἡλιού καὶ αὐτοῦ τὴν χάριν διπλῆν ἔχων, πᾶσιν ἡμῖν τοῖς τὴν θείαν μνήμην σου τελοῦσιν, τῶν νοσημάτων χορήγησον ἴασιν.

Δόξα πατρί.

Τὸν νόμον Κυρίου ἔχων σοφὲ ἐν τῇ βιοτῇ σου ὥσπερ λύχνον ἀειλαμπῆ, ἐκήρυττες πᾶσι τοῖς ἀνθρώποις τὴν ἐν Χριστῷ σωτηρίαν καὶ λύτρωσιν.

Καὶ νῦν .

Πολλοῖς συνεχόμενος πειρασμοῖς, μερίμναις τοῦ βίου καὶ ἀπάταις τῶν ἡδονῶν, πρὸς σὲ καταφεύγω Θεοτόκε· πρὸς σωτηρίας λιμένα μὲ ὅρμισον.

Ὠδὴ γ΄. Ὁ Εἰρμός.

«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ μὲ στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Σῶν θαυμάτων τὰ πλήθη ἐπιχειρῶν Ἅγιε ἵνα ἐξυμνήσω εὑρίσκονται ἀναρίθμητα, διό μοι δώρησον τὸν φωτισμόν σου Προφῆτα καὶ τῆς μετανοίας τὸ θαῦμα τὸ μέγιστον.

Σύ τῆς χήρας τὸ ἔλαιον πληθύνων ἐν θαύματι, ἔπαυσας Προφῆτα τὴν ἔνδειαν καὶ τὴν στέρησιν τῶν δύο τέκνων αὐτῆς· κάμε πενόμενον σῷζε, χορηγῶν μοι πάντοτε τροφὴν οὐράνιον.

Δόξα Πατρί.

Τῶν ὑδάτων ὁ τρέψας τὴν βλαπτικὴν σύστασιν καὶ μεταποιήσας δι΄ ἅλατος εἰς ἰάματα· οὕτω μετάβαλε, προφητικῇ σου δυνάμει, λογισμῶν μου σύστασιν ἅλατι χάριτος.

Καὶ νῦν.

Χορηγὸν τῶν θαυμάτων καὶ τῆς ζωῆς ἔχοντα σὺ τὴν ἐξουσίαν Παρθένε ἐκυοφόρησας . Διὰ τοῦ τόκου σου, πάντες εὑρήκαμεν Κόρη τὴν ὁδὸν τὴν ἄγουσαν εἰς τὸν Παράδεισον.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου ὦ Ἐλισσαῖε Προφῆτα , καὶ καταξίωσον πάντας θεάσασθαι, τὴν ἄφθιτον δόξαν τήν τοῦ Κυρίου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἲασαι τῆς ψυχῆς μου τό ἄλγος.

Εἶτα μνημονεύει ὁ Ἱερεύς δι΄ οὕς ἡ παράκλησης γίνεται καί ἐν συνεχειᾳ ψάλλομεν :

Κάθισμα
Ἦχος β΄ Τά ἄνω ζητῶν

Ὑμνοῦντες τὰ σὰ Ἐλισσαῖε κατορθώματα, θαυμάτων πληθὺν καὶ χάριτος τὸ μέγεθος, ἣν αἰτήσας θερμῶς, διπλῆν θεόφρον ἔλαβες παρὰ τοῦ διδασκάλου τοῦ σοῦ, χαρίτωσον καὶ ἡμᾶς, σὲ ἱκετεύομεν .

Ὠδὴ δ΄. Ὁ Εἰρμός.

«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».

Τῆς θανάτου δυνάμεως σὺ τὸν καθαιρέτην λαμπρῶς ἐκήρυξας, καὶ υἱὸν τῆς Σωμανίτιδος, τῇ Αὐτοῦ δυνάμει ἐξανέστησας.

Τὴν τροφὴν τὴν πρὸς θάνατον πάντας ὁδηγοῦσαν, σύ μετεποίησας, δι΄ ἀλεύρου τῆς προσμίξεως, ἐλεῶν Προφῆτα τοὺς συνδούλους σου.

Δόξα Πατρὶ .

Ἁπαλῶν ἐξ ὀνύχων τὸν Θεὸν ἀγαπήσας Προφῆτα Τίμιε, ἐνετρύφησας χαρίσματι εἰς Αὐτοῦ ἀπόῤῥητα μυστήρια.

Καὶ νῦν .

Μυστηρίων μυστήριον καὶ θαυμάτων θαῦμα ἀπερινόητον, πῶς καὶ τίκτεις τὸν Θεὸν ἡμῶν καὶ Παρθένος μένεις Παναμώμητε.

Ὠδὴ ε΄. Ὁ Εἰρμός.

«Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε».

Λέπρας τὴν φθορὰν θεραπεύσας Ἐλισσαῖε ποτὲ, τὸν ἀσεβῆ ἐπαιδαγώγης Γιεζήν, διά τῆς αὐτῆς ἀσθενείας, δικαιώτατε.

Λέπρᾳ τὴν ψυχὴν ἀσθενοῦσαν μου, θεράπευσον, τούς τοῦ πλάνου μολυσμούς καὶ πειρασμούς ἐκδιώκων, ὦ Προφῆτα, ταῖς πρεσβείαις σου.

Δόξα Πατρί.

Μόνος Νεεμάν ὑπὸ σοῦ ἐκαθαρίσθη σοφὲ, καθὼς λέγει ὁ Χριστὸς ἐν ταῖς Γραφαῖς, μαρτυρῶν τὴν σὴν χάριν τῆς ἰάσεως.

Και νῦν.

Σῦ τῶν προφητῶν καὶ δικαίων σεμνολόγημα καὶ ἐν σοὶ Θεοκυήτωρ Μαριάμ, τῶν Ἀγγέλων αἱ χορεῖαι ἀναπαύονται.

Ὠδὴ στ΄. Ὁ Εἰρμός.

«Ἰλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι, πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Ὡς ὁ Χριστὸς εὐλόγων, τοὺς πέντε ἄρτους ἐπλήθυνε , οὕτω καὶ σὺ τοὺς πεινῶντας ἔθρεψας Ἅγιε, Προφῆτα θεόπνευστε Ἐλισσαῖε Μάκαρ, ἐν κριθίνοις ἄρτοις εἰκόσι.

Σύ ὡς πιστὸς μαθητὴς τοῦ Ἡλιού καὶ ὑπήκοος, ἐδέξω διπλῆν αὐτοῦ τὴν χάριν πανόλβιε, κάμοι μαθητεύοντι τῷ Εὐαγγελίῳ, δίδου χάριν κατανύξεως.

Δόξα Πατρί.

Δυνάμει προφητικῇ, τοὺς ἀσεβεῖς ἐστηλίτευσας καὶ παῤῥησίᾳ πολλῇ τὸν Λόγον ἐκήρυξας, ἐν κόσμῳ ἐρχόμενον, θανάτου ἵνα λύσῃ τὴν σκοτόμαιναν, θεόπνευστε.

Και νῦν

Ἡ ῥάβδος τοῦ Ἀαρών, τὸ ὄρος τὸ ἀλατόμητον, τὸ κλέος τῶν Προφητῶν, Ἀποστόλων σέμνωμα ὑπάρχεις Πανάχραντε· ἔχων σὲ προστάτιν, οὐ φοβοῦμαι τὸν ἀντίπαλον.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου ὦ Ἐλισσαῖε Προφῆτα, καὶ καταξίωσον πάντας θεάσασθαι, τὴν ἄφθιτον δόξαν τήν τοῦ Κυρίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν δέησις ὑπὸ τοῦ ἱερέως.

Κοντάκιον , ἦχος β’.

Μερίμναις ταῖς βιοτικαῖς συνεχόμενος καὶ πελάγει τῶν ἀνομιῶν βυθιζόμενος, σοί προστρέχω θερμῶς, τῷ τοῦ Κυρίου Προφήτῃ, δεόμενος. Ὡς ἔχων παῤῥησίαν πολλὴν, διώκειν ἀσθενειῶν τὴν ἀχλὺν Ἐλισσαῖε ἱερώτατε· πρόφθασον ἐν ἀνάγκαις καὶ ἴασίν μοι χορήγει, ψυχικὴν καὶ σωματικὴν, ὅπως μεγαλύνω τὴν μνήμην σου.

Καὶ εὐθὺς τὸ Προκείμενον.

Μὴ ἅπτεσθε τῶν χρηστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε. (δίς)

Στίχος . Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ Ἁγίων.

Μὴ ἅπτεσθε τῶν χρηστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

Εὐαγγέλιον 20ης Ἰουλίου.

Δόξα Πατρὶ .
Ταῖς τοῦ σοῦ Προφήτου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων .

Ἐλεησὸν μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β΄ Ὅλην ἀποθέμενοι.

Ῥεῖθρα Ἰορδάνεια διῄρεσας Ἐλισσαῖε, ἰσχύει δοθείσῃ σοι διὰ μηλωτῆς Ἠλιού διδασκάλου σου. Νόσους ἐξεδίωξας διὰ προσευχῶν σου καὶ λεπροῖς διδοὺς τὴν κάθαρσιν, ὤφθης μακάριε βρύσις τῶν θαυμάτων ἀδάπανος. Νεκρὸν δὲ ἐξανέστησας χήρας τὸν υἱὸν Σωμανίτιδος. Διό μὴ παρίδῃς τὴν δέησιν ἡμῶν σῶν ἱκετῶν, ἀλλὰ χορήγει τὴν χάριν σου, τοῖς νῦν εὐφημοῦσι σε.

Ὁ ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

Ὠδὴ ζ΄. Ὁ Εἰρμός.

«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῇ Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες. Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἴ».

Οἱ ἐκ τοῦ Κρανιδιου, νῦν προστρέχοντες πίστει τῷ τοῦ Προφήτου Ναῷ καὶ χάριν ἐξαιτοῦντες ψυχῆς τε τὴν γαλήνην, νοσημάτων τὴν ἴασιν, πρεσβείας θεοπειθεῖς ἀντλήσατε προθύμως.

Παλαιᾶς Διαθήκης σὺ ὁ φλογερὸς καὶ θεῖος διδάσκαλος, Προφῆτα Ἐλισσαῖε, θαυμάτων ταῖς ἀκτῖσι τοὺς τὴν μνήμην σου σήμερον τελοῦντας χαρμονικῶς, καταύγασον καὶ σῶσον.

Δόξα πατρί.

Τὴν ἀγάπην Κυρίου ἔχων ἐν καρδίᾳ σου ἀξιάγαστε, καὶ τῇ δικαιοσύνῃ αὐτοῦ ἐντρυφήσας, δυσεβεῖς κατεδίκασας, ὑπάρχεις δὲ ἀρωγὸς τοῖς πίστει σὲ τιμῶσιν.

Καὶ νῦν…

Σωμάτων καχεξίαν καὶ ψυχῶν ἀκαρπίαν, Παρθένε Ἄχραντε, τῇ θείᾳ σοῦ πρεσβείᾳ τρέψον πρὸς τὸ συμφέρον· καὶ νοεῖν πάντας ποίησον τοὺς ὑμνητάς σου Ἁγνὴ, τὸ θέλημα τὸ θεῖον.

Ὠδὴ η΄. Ὁ Εἰρμός.

«Τὸν Βασιλέα τῶν οὐρανῶν, ὂν ὑμνούσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τους αἰῶνας».

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους μὴ παρίδῃς Προφῆτα ὑμνουντας θείαν βιοτήν σου, θαυμάτων τε τὴν χάριν.

Σύ ὁ προστάτης τῶν ἀσθενούντων ἐκ λέπρας καὶ θερμὸς ἀδικουμένων πρέσβυς, μάκαρ Ἐλισσαῖε, βοήθησον σοῖς δούλοις.

Δόξα Πατρί.
Ἐξ ἁμαρτίας, παντοδαπῶν προβλημάτων κοινωνὸν μὲ ὄντα, μὴ παρίδῃς μάκαρ Ἐλισσαῖε, ἀλλὰ βοήθησόν μοι.

Καὶ νῦν .
Τῇ ἀνθρωπίνῃ νῦν βοηθείᾳ Παρθένε, σὸν ἱκέτην μὴ καταπιστεύσῃς, πλὴν σοῦ γὰρ ὁ τάλας, ἐλπίδα οὐ γινώσκω.

Ὠδὴ θ΄. Ὁ Εἰρμός.

«Κυρίως Θεοτόκον σὲ ὁμολογοῦμεν οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες».

Τιμῶντες τὴν σὴν μνήμην, σὲ ὑμνολογοῦμεν ἐν τοῖς Προφήταις τὸν πρόκριτον ἅπαντες, ὦ Ἐλισσαῖε, ὁρῶντες τὰ μεγαλεῖα σου.

Πιστῶν νῦν τάς δεήσεις, δέχου ὦ Προφῆτα, καὶ τῷ Υἱῷ τοῦ Θεοῦ νῦν προσάγαγε, σῦ γὰρ ἐκήρυξας Τοῦτον λόγοις καὶ ἔργοις σου.

Δόξα Πατρί.
Προφῆτα Ἐλισσαῖε, μετὰ τοῦ Προδρόμου καὶ Ἠλιού διδασκάλου σου, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν θείαν μνήμην σου.

Καὶ νῦν
Παρθένε Παναγία, Μῆτερ τοῦ Σωτῆρος, τῶν Προφητῶν τὸ σεπτόν ἐγκαλλώπισμα, λιταῖς σοφοῦ Ἐλισσαίου, σῶσον τοὺς δούλους σου.

Καὶ εὐθὺς τὸ Ἄξιόν ἐστιν.

Μεγαλυνάρια.
Ἵλεως γενοῦ μοι τῷ ταπεινῷ, Προφῆτα Κυρίου Ἐλισσαῖε θαυματουργὲ, βέβλημαι γὰρ ὅλος κακώσεσι τοῦ βίου, ἀλλὰ τῇ σῇ πρεσβείᾳ , θαῤῥῶν προστρέχω σοι.
Χάριν σοι παρέσχε μάκαρ διπλῆν ὁ διδάσκαλός σου Ἡλιού διὰ μηλωτῆς· μετ΄ αὐτοῦ δυσώπει Προφῆτα Ἐλισσαῖε, τὸν Κύριον τῆς δόξης ὑπὲρ τῶν δούλων σου.
Θάνατος αἰφνίδιος ἐπελθών τῷ υἱῷ τῆς χήρας ξενισάσης σὲ θαυμαστὲ , αὔθις δι΄ εὐχῶν σου, τὸ ζῆν αὐτῷ ἐδίδους, δοξάζοντι σὴν χάριν, δι΄ ἧς βοήθει μοι.
Ὑπὲρ ἀσθενούντων, θαυματουργὲ, καὶ πεφορτισμένων διαβόλου ἐπιῤῥοαῖς, εὔχου πρὸς τὸν Κτίστην, ἵνα κραυγάζομέν σοι· Χαίροις ὁ τοῦ Κυρίου φίλος ὁ γνήσιος.
Σῶσον Κρανιδίου τοὺς οἰκιστὰς, τοὺς προστρέχοντάς σοι ἐν τῷ θείῳ τούτῳ Ναῷ καὶ ἐπιτελούντας τὴν ἱερὰν σοῦ μνήμην, Προφῆτα Ἐλισσαῖε, παρακαλοῦμεν σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμάς.

Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.

Τροπάρια. Ἦχος πλ. β’.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν ὡς Δεσπότῃ οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.

Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφοδρά, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σῦ γὰρ εἲ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σῦ γὰρ εἲ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Ὁ ἱερεὺς : Ἐλέησον ἡμᾶς…….Ἐπάκουσον ἡμάς.

Μικρὰ Ἀπόλυσις .

Πρό τοῦ Δι΄ εὐχῶν.

Ἦχος β΄ Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.

Δεῦτε εὐφημήσωμεν πιστοὶ, τῆς μεγαλωσύνης Κυρίου Προφήτην πάντιμον, θαύμασι λαμπρύναντα τὴν κτίσιν ἅπασαν. Ἡλιού τὸν ἀκόλουθον, παρ΄ οὗ καὶ τὴν χάριν διπλῆν οὗτος ἔλαβεν ἐν ἔργῳ προφητικῷ. Τοῦτον ἐκτενῶς δυσωποῦμεν· πρέσβευε σοφὲ Ἐλισσαῖε, ὑπὲρ πάντων τῶν θερμῶς παρακαλοῦντων σε.

26η Σύναξη Νέων

Συν Θεω την ερχόμενη Κυριακή 31/5/2020 σας περιμένουμε στην σύναξή μας με θέμα:

«Επιστροφή στήν κανονικότητα ή στην εκκλησιαστική πραγματικότητα;»

Στις 7:00 το απόγευμα στον προαύλιο χώρο του Ναου του Τιμίου Προδρόμου.

 

Μελέτη Αγίας Γραφής Ιουνίου 2020

Μελέτη Αγίας Γραφής

Δευτέρα 1/6 ώρα 6:30μ.μ. στον Τίμιο Πρόδρομο
Δευτέρα 8/6 ώρα 6:30 στόν Τίμιο Πρόδρομο
και τελευταία σύναξη στον Προφήτη Ελισσαίο Κυριακή 14/6 στις 6:30 μ.μ.

 

Ανάβαση στον Προφήτη Ηλία

Συν Θεω την Πέμπτη 11/6 στις 7 μ.μ. από το εκκλησάκι του Αγίου Ανδρέου θα ανηφορίσουμε προς τον Προφήτη Ηλία όπου θα τελέσουμε τον Εσπερινό και θα δεηθούμε υπέρ επιτυχίας των μαθητών που θα διαγωνιστούν στις Πανελλήνιες εξετάσεις .

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΙΟΥΝΙΟΥ 2020

1. θείες Λειτουργίες  by π. Χριστοφόρος Καραβίας
Α. ΣΤΟΝ ΤΙΜΙΟ ΠΡΟΔΡΟΜΟ
Τρίτη 2/6
Σάββατο  6/6
Κυριακή 7/6

Κυριακή 14/6
Τρίτη 16/6
Κυριακή 21/6
Τετάρτη 24/6
Κυριακή 28/6
Δευτέρα 29/6

Β. Στην Ιερά Μονή Παντανάσσης
Δευτέρα 8/6

Γ. Στον Ι. Ναό Αγίου Βασιλείου
Τρίτη 30/6

Δ. Ιερές Ακολουθίες στον Ι. Ναό Προφήτου Ελισσαίου
·Σάββατο 13/6 πρωί θεια Λειτουργία

·Πανηγυρικός Εσπερινός  επί τη Μνήμη του Προφήτου το  Σάββατο 13/6 στις 8:00 μ.μ.
·Παράκληση στον Πρ. Ελισσαίο Κυριακή 14/6 ώρα 6:30 μ.μ.
·Εσπερινός Δευτέρα 29/6 ώρα 7 μ.μ.

2. Εσπερινοί
Α. Στον Τίμιο Πρόδρομο  Ώρα 7:00
τα Σάββατα στις 6:00 μ.μ. :
2,3,4,5,6,8,12,16,17,18,20,23,25,26,27 και 29 Ιουνίου

Β. Στον Προφήτη Ηλία
Πέμπτη 11 Ιουνίου  στις 7 το απόγευμα έναρξη ανάβασης από εκκλησάκι Αγ. Ανδρέου

3. Στο Κέντρο Νεότητας :
ΤΟ ΑΠΟΔΕΙΠΝΟ ΣΤΟ ΚΕΝΤΡΟ ΝΕΟΤΗΤΑΣ ΩΡΑ 9ΜΜ : 1,2,3,4,8,12,14,15,16,17,18,19,21,22,24,25,26 και 29 Ιουνίου

4. Μελέτη Αγίας Γραφής
Δευτέρα 1/6 ώρα 6:30μ.μ. στον Τίμιο Πρόδρομο
Δευτέρα 8/6 ώρα 6:30 στόν Τίμιο Πρόδρομο
και τελευταία σύναξη στον Προφήτη Ελισσαίο Κυριακή 14/6 στις 6:30 μ.μ.