ΕΓΚΩΜΙΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΧΡΙΣΤΟΦΟΡΟΝ
ποίημα π. Χριστοφόρου Ε. Καραβία
Χριστοφόρον ἀνυμνήσωμεν ἐπὶ τῇ μνήμῃαὐτοῦ τῇ λαμπρᾷ.
Στάσις πρώτη. Ἡ ζωή ἐν τάφῳ.
Χριστοφόρον μέγαν μάρτυρα τοῦΧριστοῦ, συνελθόντες οἱ πιστοὶεὐφημήσωμεν ἐκτελοῦντες τὴν πανήγυριναὐτοῦ.
Ῥέπρεβος ἐκλήθης καὶ τὴν ὄψιν τραχὺς τότε δέμας ἦσθα γίγας, ἀοίδιμε, ἀθλοφόροςνῦν Χριστοῦ θείᾳ βουλῇ.
Ἵνα τοῦ βελίαρ τὰς πλοκὰς κατὰ σοῦἀπορρίψῃς, Χριστοφόρε, ἐκάλεσας τὸνΧριστόν, τὸν τοῦ θανάτου νικητήν.
Στόματός σου, μάκαρ, ἥψατο καταπτὰςθαυμαστῶς ἐξ οὐρανοῦ Θεοῦ ἄγγελος καὶἐλάλεις μὴ δυνάμενος τὸ πρίν.
Τοῖς σοῖς ὤμοις φέρων τὸν Χριστόν, ἀθλητά, τοὺς τὰ βάρη τῶν κακῶν ὤμοιςφέροντας ἡμᾶς κούφισον τῇ θείᾳ σου ἀλκῇ.
Ὁ βασάνους πλείστας ὑπομείνας στερρῶςκαὶ σαρκὸς ἑκούσιον κακοπάθειαν σῶνὑμνοῦντων κόπασον τοὺς ὀδυρμούς.
Φύσεως τοὺς ὅρους χάριτι ὑπερβὰς καὶθαυμάτων ἔτι ζῶν ἀξιούμενος, Χριστοφόρε, ὤφθης κῆρυξ τοῦ φωτός.
Ὄντως Χριστοφόρος τῷ ὀνόματι σὺ καὶτῷ πράγματι ἐν βίῳ γεγένησαι καὶ Θεοῦἐφάνης σκεῦος ἐκλογῆς.
Ῥύπου ἀθεΐας καὶ εἰδώλων ἐκστὰς τοῦβαπτίσματός τε χάριν δεξάμενος ἤρξω, μάκαρ, τῆς μαρτυρικῆς ὁδοῦ.
Ὁ ὡραῖος κάλλει Ἰησοῦς, ὡς ἐλθὼν ἀπὸσκότους ἀγνωσίας σὲ ἔσωσεν καὶ τὸκάλλος δέδωκέ σοι τὸ τερπνόν.
Νέος καὶ ἀκμαῖος σώματι καὶ ψυχῇ εἰ καὶαἰκισμοὺς ὑπέστης καὶ θάνατον εἰς Θεοῦσκηνώματα νῦν κατοικεῖς.
Ἀνυμνολογοῦμεν καρτερίαν τὴν σὴν καὶτὴν πίστην καὶ ἀγάπην πρὸς Κύριον δι΄ ὧνεὗρες ἀναστάσεως χαράν.
Νῦν, ὦ Χριστοφόρε, τὰς λιτὰς τῶν πιστῶνπροσδεξάμενος πρὸς Κύριον φάνηθι ἀντιλήπτωρ καὶ φρουρὸς αὐτῶν θερμός.
Δόξα Πατρί.
Ὕμνους ἀναμέλπω ἀγεννήτῳ Πατρὶγεννητῷ Υἱῷ ἐκπορευτῷ Πνεύματι τὴν τοῦκόσμου σωτηρίαν ἐξαιτῶν.
Καὶ νῦν.
Μῆτερ Παναγία τοῦ Σωτῆρος Χριστοῦ καὶπαντὸς πιστοῦ δεήσεις ἐπάκουσον ἀναξίωνἱκετῶν σου ἀγαθή.
Στάσις Δευτέρα. Ἄξιόν ἐστι.
Νῦν χριστιανῶν ἡ ὁμήγυρις ᾄδει σοι, Μάρτυς, ἐγκωμίων, Χριστόφορε, θείας ᾠδὰς καὶ τὴν μνήμην σου τελεῖχαρμονικῶς.
Ἤθλησάς ποτε ὡς Κύριου στρατιώτης μέγας καὶ νομίμως τοὺς στεφάνους κτησάμενος νῦν ἀγάλλῃ ἐν παστάσινοὐρανῶν.
Σῶσον , σοὶ βοῶ, ὁδηγοὺς τῶν ἁμαξῶνἁπάντων ἐξ ἀνάγκης καὶ κακῆςπεριστάσεως καὶ κατεύθυνον αὐτοὺς πρὸςἀγαθόν.
Ὡς τῶν ὁδηγῶν ὁ προστάτης καὶ ὁ φύλαξ, μάκαρ, ἅπαντα τὸν βίον μου εὐθυνον πρὸςὁδὸν ἀπάγουσαν εἰς τὴν ζωὴν .
Μή με ὁ σατὰν καταλάβῃ, μάρτυς Χριστόφορε, καὶ ἐκκλίνω ἐκ τῆς τρίβουτοῦ Κτιστοῦ μου καὶ πρὸς θάνατον αἰώνιον ἀχθῶ.
Ἔχων σταθηρὰν ἀγαθὴν καὶ σώφρονα καρδίαν τὰς παγίδας τοῦ τυράννου διέλυσας καὶ λαγνείας ἀπεκρούσωπειρασμόν.
Νέων γυναικῶν ἐπιθέσεσι μὴ ὑποκύψαςκαὶ θελγήτρων σαρκικῶν σὺ προέκριναςτὴν ἁγνὴν ζωὴν ὡς ἄλλος Ἰωσήφ.
Ἔνδον σου οἰκεῖ ὁ τοῦ πνεύματος ἄνθρωπος, μάκαρ, παλαιὸν γὰρ ἐκβαλὼν δι΄ ἀθλήσεως ναὸς γέγονας τῆς χάριτος, σοφέ.
Πλῆθος διωκτῶν μεταστρέψας πρὸςθεογνωσίαν καὶ ἀλείπτης σὺ ὤφθης πρὸς μαρτύριον, Χριστοφόρε, νῦν ἀγάλλῃ μετ΄αὐτῶν.
Ἴσμεν τὰ πολλὰ θαύματά σου, μάρτυς θεοφόρε, πολιοῦχον κεκτημένοι οἱ δοῦλοίσου καὶ σὲ πρόμμαχον ἐχθροῦ ἐν ἀπειλαῖς.
Τίς τῶν εὐσεβῶν οὐκ ἐδέξατο σὴνπροστασίαν καὶ τῶν ὁδοιπόρων τίς ᾔτησεσὴν εὐχὴν καὶ ἔφυγε κενός;
Ἡ τῶν δυσσεβῶν οὐ κατέβαλε θρασύτης, μάκαρ, σὲ τὸν κραταιότατον μάρτυρα καὶπιστότατον Κυρίου ἀθλητήν.
Μνήσθητι ἡμῶν ἐν τῷ θρόνῳ τοῦΠαμβασιλέως, Χριστοφόρε, τοῦ Θεοῦφίλε γνήσιε καὶ γὰρ μέχρι τέλους ἔμειναςπιστός .
Δόξα Πατρί.
Νοῦν καὶ τὴν ψυχὴν καὶ καρδίαν φώτισον,Θεέ μου, ὦ Τριὰς Ἁγία, τοῦ δούλου σου,τοῦ ὑμνοῦντος Χριστοφόρου ἀρετάς.
Ἡ τὸν πλαστουργὸν ἐν ἀγκάλαις φέρουσα,Παρθένε, ἆρόν μου κλοιὸν τὸνψυχόλεθρον καὶ ζωήν μου καθοδήγησονπρὸς φῶς.
Στάσις τρίτη Αἱ γεναιαί αἱ πάσαι.
Μνημόνευσον σῶν δούλων, μάρτυς Χριστόφορε, τῶν σε ὑμνολογούντων.
Ἡ θήκη σῶν λειψάνων μάρτυς Χριστόφορε φεγγοβολεῖ ἰάσεις.
Ἅπασα ἡ πόλις ἡ σὲ τιμῶσα ἦλθεν τελέσαιτὴν σὴν μνήμην.
Ὑπὲρ τῶν ἀσθενούντων καὶ τῶνἐμπεριστάτων δεήθητι, παμμάκαρ.
Τῆς ἀνδρείας ὤφθης ὑπόδειγμα καὶ κλέος μαρτύρων καὶ δικαίων.
Ὁ αἷμά σου ἐκχύσας ὑπὲρ τῆς ἀληθείαςρύπου καθάρισόν με.
Ὑμων τῶν γεραιρόντων τοὺς ἄθλους σου,ὦ μάρτυς, πλήρωσον τὰς αἰτήσεις.
Τὴν πίστιν σου Βαβύλας, Χριστοῦ ὁ ἀρχιθύτης, εἰδὼς ἐβάπτισέ σε.
Ἡ μεταστροφή σου καὶ ἡ στερρὰ ψυχή σου ἐξέπληξαν τοὺς πάντας.
Λιμὴν χειμαζομένων, πατὴρ ἀδικουμένωνὡράθης, Χριστοφόρε.
Ἀξίως ἐπεκλήθης , μάρτυς, Χριστοφόροςκαὶ γὰρ Χριστὸν σὺ φέρεις.
Μαρτύρων , Χριστοφόρε, τοῖς δήμοις ἀριθμοῦνται οἱ πρώην σου διῶκται.
Πίστει τε καὶ πόθω , προσφέρω, Χριστοφόρε, μύρα τῇ σῇ εἰκόνι. (ἢ τοῖςσοῖς λειψάνοις)
Δόξα Πατρί.
Ρῦσαι μὲ γεέννης, Τριὰς ἡ Παναγία,πιστὸν θεράποντά σου.
Καὶ νῦν.
Ἁγία Θεοτόκε, Παντάνασσα Παρθένε,ἐλέησον σοὺς δούλους.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με ὑμνεῖνσὸν ἀθλοφόρον.
Τῶν πιστῶν αἱ χορεῖαι, Χριστοφόρονὑμνῆσαι κατανύξει συνῆλθον καὶ τοὺςἄθλους εὐλαβῶς διηγήσασθαι τούτου καὶγὰρ κραταιῶς ᾔσχυνε τὸν δράκοντα καὶθαυμάτων ἀκτίσι πάντας ηὔγασε.
Αἰκισμοὺς καὶ τὰς ὕβρεις, μαστιγώσεις καὶξέσεις ὑπὲρ πίστεως, μάρτυς, ὑπομείναςγενναίως τὸν Χριστὸν οὐκ ἠρνήθης, χάριτιΘεοῦ διώκτας μετέστρεψας καὶ γυναίων αἰσχρὰς προθέσεις ἔτρεψας.
Συμπαθῶν τοὺς ἀδίκως πάσχοντας,Χριστοφόρε, τὸν Χριστὸν ἐμιμήσω καὶπιστούς, τῇ δυνάμῃ τοῦ σταυροῦκραταιωθεὶς ἐκ τῶν δυσεβῶν μανίας διέσωσας καὶ ἡμᾶς ἐκ συμφορῶνδιαφύλαξον.
Εἰς ὁδοὺς ἀγνωσίας τῆς ζωῆς μου τὸν χρόνον δαπανήσας ἀσκόπως, Ὁδηγὲὁδοιπόρων καὶ πηξὶς ὀχουμένων,μεγαλομάρτυς Χριστοῦ, σοὶ κατέφυγον, Χριστοφόρε, πρὸς Θεόν με κατεύθυνον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀναμέλψωμεν δόξαν, χείλεσιν ἀναξίοις, τῷ Θεῷ τῶν ἁπάντων. Τὸν Πατέρα, τὸνΥἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα , ἀνυμνολογοῦντες ψάλλομεν τὸ Ἅγιος , Ἅγιος , Ἅγιος σὺ εἶ Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶναἰώνων. Ἀμήν.
Τοῦ Θεοῦ τὴν μητέρα, ἈειπάρθενονΚόρην, τὴν Παντάνασσαν Νύμφην, ἀρετῶν τὸ ταμεῖον καὶ Ἀγγέλων τὸ κλέος πάντων τῶν πιστῶν προστάτην καὶφύλακα, ἐν ὠδαῖς μυστικαῖς δεῦτετιμήσωμεν.
Ἀληλλούϊα (τρὶς)











