Category Archives: Νεότητα
Σύνδεσμος Διαδικτυακής Συνάντησης 3/3/2024
Διαδικτυακή Σύναξη Νέων με τον Χρήστο Παπανίκα.
Κυριακή 3 Μαρτίου ώρα 7 μ.μ.👇👇
https://us02web.zoom.us/j/83925183044?pwd=SVYyWFZseE5wcjhNcGx3UklHU1AxUT09
Διαδικτυακή συνάντηση
Δρακοπούλου Αικατερίνη is inviting you to a scheduled Zoom meeting.
Topic: Ιωάννης Μπινιάρης: Τι γνώμη έχουν οι σημερινοί νέοι της πατρίδας μας για την Εκκλησία
Time: Feb 20, 2024 19:00 Athens
Join Zoom Meeting
https://us05web.zoom.us/j/87585766433?pwd=FqG6ewY5qqp86txfLDvMpgPndgOY1r.1
Meeting ID: 875 8576 6433
Passcode: Yq7Zcg
Η θεία λειτουργία με υποδείξεις για τους ιερόπαιδες
Η θεία Λειτουργία
Με σημειώσεις για ιεροπαιδες
Συντομογραφίες :
Κ: καθόμαστε
Ο: Όρθιοι
Υ: κάνουμε υπόκλιση με το δεξί χερι στο στήθος
Α: αντίδωρο στον ιερέα για ευλογία / προσέχουμε αν θα φτάσει το αντίδωρο που μοιράζει ο ιερέας
Ζ: βάζουμε το ζέον( ζεστό νερό) να βράσει
Ζε.: πηγαίνουνε το ζέον στο ειδικο σκεύος στον ιερέα
Λ: λαμπάδες , ανάβουμε
Κβ. : ανάβουμε καρβουνακι
θ : βάζουμε θυμίαμα πάνω στο καρβουνακι και το δίνουμε στον ιερέα. Φιλάμε το χέρι και όταν το δίνουμε και όταν το παίρνουμε.
Σ: κάνουμε το σταυρό μας αργά και σωστά
Θεία Λειτουργία Αγίου Ιωάννου του Χρυσοστόμου
Η ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ
Διάκονος: Εὐλόγησον, Δέσποτα.
Ο.
Σ.
Ἱερεύς: Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [ Ο. , Σ. ]
Χορός: Ἀμήν.
ΕΙΡΗΝΙΚΑ
Διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. [Κ.]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (…) τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. [Κ] [Σ]
Χορός: Σοί, Κύριε.
Εὐχὴ Ἀντιφώνου Α´
Ἱερεύς: Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ᾿ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου. [Κ], [Σ]
(ἐκφώνως) Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Κ]
Χορός: Ἀμήν.
Α´ Ἀντίφωνον καὶ ἐφύμνιον
Χορός: Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. [Κ]
Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις… [Κ]
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις… [Κ]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς πρεσβείαις… [Κ]
Διάκονος: Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. [Κ], [Σ]
Χορός: Σοί, Κύριε.
Εὐχὴ Ἀντιφώνου Β´
Ἱερεύς: Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. [Κ]
(ἐκφώνως) Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Κ], [Σ]
Χορός: Ἀμήν. [Κβ]
Β´ Ἀντίφωνον καὶ ἐφύμνιον
Χορός: Αἴνει ἡ ψυχή μου τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. [Κ]
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι ἀλληλούϊα. [Κ]
(Σε καθημερινές γιορτές ἁγίων, ἀντὶ τὸ «ὁ ἀναστὰς ἐκ νεκρῶν» λέμε, «ὁ ἐν ἁγίοις θαυμαστός». σε δεσποτικές γιορτές, τὸ χαρακτηριστικὸ τῆς γιορτής.)
Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς… [Κ]
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς… [Κ]
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. [Κ]
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. [Ο] , [Λ]
Διάκονος: Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. [Ο]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. [Ο]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. [Ο], [Σ].
Χορός: Σοί, Κύριε.
Εὐχὴ Ἀντιφώνου Γ´
Ἱερεύς: Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος, αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος. [Ο]
(ἐκφώνως) Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Ο], [Σ]
Χορός: Ἀμήν.
Η ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Ἐνῶ ψάλλεται τὸ Γ´ Ἀντίφωνο καὶ τὸ Ἀπολυτίκιο, γίνεται ἡ Εἴσοδος τοῦ Εὐαγγελίου.
Χορός: Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. [Ο]
Αἰνεσάτωσαν τὸν Θεὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Χορός: Κύριε, ἐλέησον.
Ἱερεύς: Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. [Ο]
Διάκονος: Εὐλόγησον, Δέσποτα, τὴν ἁγίαν εἴσοδον.
Ἱερεύς: Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Διάκονος: Σοφία. Ὀρθοί.
Χορός: Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι ἀλληλούϊα. [Ο], [Σ]
[θ]
Μετὰ τὰ Ἀπολυτίκια καὶ τὸ Κοντάκιον. [Ψ/Α]
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν. [Ο]
Χορός: Κύριε, ἐλέησον.
Ἱερεύς: Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος· ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον Ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων, τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων. [Ο]
(ἐκφώνως) Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Ο]
Χορός: Ἀμήν.
Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος· ἐλέησον ἡμᾶς (γ΄). [Ο]
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν. Ἅγιος Ἀθάνατος· ἐλέησον ἡμᾶς.
ΑΝΑΓΝΩΣΜΑΤΑ
Ανάβουμε τα φώτα της ωραίας πύλης . Τρίτος από αριστερά διακόπτης της πάνω σειράς
Διάκονος: Πρόσχωμεν.
Ὁ Ἀναγνώστης ἐκφωνεῖ τὸ προκείμενο καὶ τὸν στίχο τοῦ ἀποστολικοῦ ἀναγώσματος καὶ στὴν συνέχεια ἀναφέρει ἀπὸ ποιὸ βιβλίο τῆς Κ. Διαθήκης προέρχεται.
Διάκονος: Σοφία. Πρόσχωμεν!
Ὁ Ἀναγνώστης ἀναγινώσκει ἐμμελῶς τὴν ἀποστολικὴν περικοπήν. [Κ]
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ἱερεύς: Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς καὶ τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. [Κ]
[Λ]
(Ὅταν τελειώσει ἡ ἀνάγνωση τοῦ Ἀποστόλου, πρὸς τὸν ἀναγνώστη) Εἰρήνη σοι.
Χορός: Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. [Ο]
Ἱερεύς: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι. [Υ]
Χορός: Καὶ τῷ πνεύματί σου.
Διάκονος: Ἐκ τοῦ κατὰ (…) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ἱερεύς: Πρόσχωμεν!
Χορός: Δόξα σοι, Κύριε· δόξα σοι.
Ὁ Διάκονος ἀναγινώσκει ἐμμελῶς τὴν περικοπὴν τοῦ ἁγίου Εὐαγγελίου. [Ο]
Ἱερεύς: Εἰρήνη σοι.
Χορός: Δόξα σοι, Κύριε· δόξα σοι.
ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ
( ΠΡΟΣΟΧΗ! μερικές φορές η Εκτενής δέηση διαβαζεται χαμηλόφωνα από πριν και πάμε αμέσως στο : Έτι και έτι ..Αντιλαβου… Της Παναγίας … Πάλιν και πολλάκις .Όπως υπό του κράτους σου )
Διάκονος: Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν· εἴπωμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν (…). [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει καὶ τῇ ἐνορίᾳ ταύτῃ, τῶν ἐπιτρόπων, συνδρομητῶν ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ τῶν ἁπανταχοῦ ὀρθοδόξων. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τῶν ἀπεκδεχομένων τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος. [Κ]
Ἱερεύς: Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος. [Κ]
(ἐκφώνως) Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Κ] , [Σ]
Χορός: Ἀμήν.
ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ
Διάκονος: Εὔξασθε οἱ κατηχούμενοι τῷ Κυρίῳ. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεὸς τῇ σῇ χάριτι. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Οἱ κατηχούμενοι, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε. [Κ]
Ἱερεύς: Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ τὴν σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας, τὸν μονογενῆ σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους, τοὺς ὑποκεκλικότας σοι τὸν ἑαυτῶν αὐχένα· καὶ καταξίωσον αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἕνωσον αὐτοὺς τῇ ἁγίᾳ σου καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ. [Κ]
(ἐκφώνως) Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Κ], [Σ]
Χορός: Ἀμήν.
Διάκονος: Ὅσοι κατηχούμενοι, προέλθετε· οἱ κατηχούμενοι, προέλθετε· ὅσοι κατηχούμενοι, προέλθετε. Μή τις τῶν κατηχουμένων. [Κ]
Η ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΠΙΣΤΩΝ
Διάκονος: Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.[Ο]
Χορός: Κύριε, ἐλέησον.
Ἱερεύς: Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι ὁ Θεὸς τὴν δέησιν ἡμῶν· ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντὸς τοῦ λαοῦ σου καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος. [Ο]
Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. [Ο]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Σοφία.
Ἱερεύς: Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Ο] [Σ]
Χορός: Ἀμήν.
Διάκονος: Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. [Ο]
[Κβ]
Χορός: Κύριε, ἐλέησον.
Ἱερεύς: Πάλιν καὶ πολλάκις σοὶ προσπίπτομεν καὶ σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων καὶ τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι. [Ο]
Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Σοφία!
Ἱερεύς: Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Ο] [Σ]
Χορός: Ἀμὴν.
Ὁ Χερουβικὸς ὕμνος
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν ἀποθώμεθα μέριμναν, ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι. [Ο]
Εὐχὴ Χερουβικοῦ ὕμνου
Ἱερεύς: Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερὸν καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ᾿ ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς δεσπότης τῶν ἁπάντων· σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον. Ἐπίβλεψον ἐπ᾿ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς· καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντον σῶμά σου καὶ τὸ τίμιον αἷμα. Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ᾿ ἀξίωσον προσενεχθῆναί σοι ὑπ᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. [Ο]
[θ], [Λ]
Μετὰ τὴν εὐχὴν λέγουσιν αὐτός καὶ ὁ διάκονος τὸν Χερουβικὸν ὕμνον. Εἶτα, λαβὼν ὁ ἱερεὺς τὸ θυμιατήριον, θυμιᾷ κύκλῳ τὴν ἁγίαν Τράπεζαν, τὸ ἱερατεῖον καὶ τὰς δεσποτικὰς εἰκόνας καὶ τὸν λαόν, μικρὸν προελθὼν τῶν βημοθύρων· λέγει δὲ καθ᾿ ἑαυτόν, εἰ μέν ἐστι Κυριακή, τὸ «Ἀνάστασιν Χριστοῦ θεασάμενοι» καὶ τὸν ν΄ ψαλμόν· εἰ δὲ οὔ, λέγει τὸ «Δεῦτε προσκυνήσωμεν» (γ΄), καὶ εἶτα τὸν ν΄ ψαλμόν. Εἶτα οἱ ἱερουργοῦντες, προσκυνοῦντες τρὶς πρὸ τῆς ἁγίας Τραπέζης καὶ ἀσπαζόμενοι τὸ ἅγιον ἀντιμήνσιον λέγουσι καθ᾿ ἑαυτοὺς τὰ κατανυκτικὰ ταῦτα τροπάρια:
Ἀδελφοί, συγχωρήσατέ μοι τῷ ἁμαρτωλῷ.
[Υ]
Τοῖς μισοῦσι καὶ τοῖς ἀγαπῶσιν ἡμᾶς συγχώρησον, Κύριε.
Η ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ
Διάκονος: Πάντων ἡμῶν (καὶ πάντων τῶν εὐσεβῶν καῖ ὀρθοδόξων χριστιανῶν) μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Χορός: Ἀμήν.
Ἱερεύς: Τοῦ ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ. Τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ. Τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃ, ἢ νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν ἐπιτρόπων, , συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ Ναοῦ τούτου καὶ πάντων ἡμῶν τῶν προσελθόντων εἰς τὴν θείαν Μυσταγωγίαν ταύτην.
Τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων, ἀνακαινιστῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ Ναοῦ τούτου, τῶν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Χορός: Ἀμήν. Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.
Η ΣΥΝΑΠΤΗ ΤΩΝ ΤΙΜΙΩΝ ΔΩΡΩΝ
Σβήνουμε τα φώτα της ωραίας πύλης . Τριτος από αριστερά διακόπτης της πάνω σειράς
Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. [Ο] Γύρω από την Αγία Τράπεζα οι ιερόπαιδες
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν. [Ο]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. [Ο]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. [Ο]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. [Ο]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. [Ο]
Χορός: Παράσχου, Κύριε.
Διάκονος: Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. [Ο]
Χορός: Παράσχου, Κύριε.
Διάκονος: Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. [Ο]
Χορός: Παράσχου, Κύριε.
Διάκονος: Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. [Ο]
Χορός: Παράσχου, Κύριε.
Διάκονος: Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. [Ο]
Χορός: Παράσχου, Κύριε.
Διάκονος: Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα. [Ο]
Χορός: Παράσχου, Κύριε.
Διάκονος: Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. [Ο], [Σ]
Χορός: Σοὶ Κύριε.
Εὐχὴ τῆς προσκομιδῆς
Ἱερεύς: Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθὸν ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν σου. [Ο]
(ἐκφώνως) Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Ο] , [Σ]
Χορός: Ἀμήν.
Ἱερεύς: Εἰρήνη πᾶσι.[Υ]
Χορός: Καὶ τῷ πνεύματί σου.
Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν. [Ο]
Χορός: Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
Διάκονος: Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν. [Ο]
Τὸ Σύμβολον τῆς Πίστεως
[Ψ/Α]
Χορός: Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ
Διάκονος: Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν. [Ο]
Χορός: Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ἱερεύς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος, εἴη μετὰ πάντων ὑμῶν. [Ο], [Σ], [Υ]
Χορός: Καὶ μετὰ τοῦ πνεύματός σου.
Ἱερεύς: Ἄνω σχῶμεν τὰς καρδίας.
Χορός: Ἔχομεν πρὸς τὸν Κύριον. [Ο]
Ἱερεύς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ. [Ο], [Υ] , [Σ]
Χορός: Ἄξιον καὶ δίκαιον. [Ο]
Ἱερεύς: Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὢν ὡσαύτως ὤν· σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες καὶ τὴν βασιλείαν σου ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ· ὑπὲρ πάντων ὧν ἴσμεν καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες ἀρχαγγέλων καὶ μυριάδες ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά. [Ο]
(ἐκφώνως) Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα. [Ο]
Χορός: Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. [Ο] [Κβ]
Ἱερεύς: Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου· ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτὶ ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών· [Ο]
(ἐκφώνως) Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον, εἰς ἄφεσιν ἁμαρτιῶν. [Ο], [Σ]
Χορός: Ἀμήν.
Ἱερεύς: Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·
(ἐκφώνως) Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν. [Ο], [Σ]
Χορός: Ἀμήν.
Ἱερεύς: Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς, καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας, [Ο]
(ἐκφώνως) Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα. [Σ] , [Γ]
Χορός: Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν. [Γ]
Ἱερεύς: Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· κατάπεμψον τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα. Καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον τίμιον σῶμα τοῦ Χριστοῦ σου. [Γ]
Διάκονος: Ἀμήν. [Ψ/Α]
Ἱερεύς: Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ τίμιον αἷμα τοῦ Χριστοῦ σου.
Διάκονος: Ἀμήν· [Ψ/Α]
Ἱερεύς: Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ.
Διάκονος: Ἀμήν, ἀμήν, ἀμήν. [Ψ/Α], [Σ]
Ἱερεύς: Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς βασιλείας οὐρανῶν πλήρωμα, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.[Γ]
Ανάβουμε τον κεντρικό προβολέα του ιερού. Δευτεροσ διακόπτης από αριστερά , στην πάνω σειρά .
(ἐκφώνως) Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.[Ο] , [Σ]
[θ]
Χορός: Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. [Ο]
ΔΙΠΤΥΧΑ ΚΑΙ ΔΕΗΣΕΙΣ
Ἱερεύς: Τοῦ ἁγίου Ἰωάννου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ ἁγίου (…) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (καὶ μνημονεύει ὀνομαστὶ ὧν βούλεται) καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε· μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας σου, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς, ἐν τῇ γαλήνῃ αὐτῶν, ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. [Α]
Οραν μνημονεύει ο ιερέας το δικό μας όνομα [Υ] , [Σ]
(ἐκφώνως) Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ ἀρχιεπισκόπου ἡμῶν (…) ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.[Ο] ,[Σ]
Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.[Κ]
Χορός: Καὶ πάντων καὶ πασῶν.
Ἱερεύς: Μνήσθητι, Κύριε, τῆς πόλεως, ἐν ᾗ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον. [Κ]
(ἐκφώνως) Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Κ], [Σ]
Χορός: Ἀμήν.
Ἱερεύς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. [Ο], [Σ], [Υ]
Χορός: Καὶ μετὰ τοῦ πνεύματός σου.
Διάκονος: Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Διάκονος: Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. [Κ]
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. [Κ]
Χορός: Σοί, Κύριε.
Ἱερεύς: Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· Καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν Μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. [Κ] [Ζ]
(ἐκφώνως) Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν. [Ο] , [Σ] , [Ψ/Α]
Ἡ Κυριακὴ Προσευχὴ
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. [Ο]
Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Ο, [Σ]
Χορός: Ἀμήν.
Ἱερεύς: Εἰρήνη πᾶσι.[Ο], [Υ]
Χορός: Καὶ τῷ πνεύματί σου.
Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. [Ο]
Κλείνουμε την ωραία πύλη
Χορός: Σοί, Κύριε.
Ἱερεύς: Εὐχαριστοῦμέν σοι, βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιουργήσας, καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτός, Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς· οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοὶ τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον· κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν· τοῖς πλέουσιν σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, τοὺς νοσοῦντας ἴασαι ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.[Ο]
(ἐκφώνως) Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Ο] [Σ]
Χορός: Ἀμήν. [Ζε]
ΥΨΩΣΙΣ ΚΑΙ ΜΕΛΙΣΜΟΣ
Ἱερεύς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνὼν. Καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος, καὶ δι᾿ ἡμῶν παντὶ τῷ λαῷ. [Ο]
Διάκονος: Πρόσχωμεν.
Ἱερεύς: Τὰ Ἅγια τοῖς ἁγίοις. [Ο] , [Υ], [Σ]
Χορός: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Εἶτα ψάλλει τὸ κοινωνικὸν τῆς ἡμέρας (εἰς τὸν ἦχον, εἰς ὃν ἐψάλη καὶ τὸ Χερουβικόν). Τῇ μὲν Κυριακῇ τό: Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Εἰ δὲ τύχοι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ ἀπόδοσις αὐτῆς, ψάλλεται τὸ κοινωνικὸν τῆς ἑορτῆς.
Εὐχές γιὰ τὴ Θεία Κοινωνία
[Από εδώ και μέχρι το Δι’ ευχών, είμαστε όρθιοι ]
Τα παιδιά διαβάζουν χαμηλόφωνα . Όχι παραπάνω από τρία παιδιά , διαδοχικά :
Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὦν πρῶτὸς εἰμι ἐγώ. Ἔτι πιστεύω ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· Ἐλέησόν με καὶ συγχώρησὸν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Ἰδού, βαδίζω πρὸς θείαν κοινωνίαν. Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ· πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον. Ἀλλ᾿ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Θεουργὸν Αἷμα φρίξον, ἄνθρωπε, βλέπων· ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων· Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει· θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.
Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.
Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων· καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με, ὡς φιλάνθρωπος.
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμὰ μοι γένοιτο τὰ Ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ᾿ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τῷ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.
καὶ πάλιν·
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Σημείωση : η συνήθεια να πλένουμε τα χέρια μας δείχνει την ετοιμασία σώματος και ψυχής για να κοινωνήσουμε . Ο ιερέας πλένει τα χέρια του για άλλο λόγο . Μήπως έχει μείνει στα χέρια του κάποιο, εστω και ελάχιστο τεμάχιο του Αγίου Άρτου και να μην πέσει κάτω αλλά να πάει στο χωνευτήρι http://texneseusebeias.blogspot.com/2014/02/blog-post.html?m=1.
Επίσης η συνήθεια να φυλάμε το πετραχειλι και το χέρι του ιερέα είναι μια πράξη που παραπέμπει στην εξομολόγηση . Όπως δηλαδή μετά την εξομολόγηση φυλάμε το χέρι και το πετραχειλι του , έτσι κάνουμε και τώρα . Αν όμως δεν εξομολογουμαστε , η πράξη αυτή είναι εντύπως τυπική και χωρίς νόημα.
Ανοίγουμε την ωραία πύλη και τα φώτα της ωραίας πύλης ( τρίτος απο αριστερα διακόπτης στην πάνω σειρά) τα οποία κλείνουν μετά το μοίρασμα του αντίδωρου
ΚΟΙΝΩΝΙΑ ΤΩΝ ΠΙΣΤΩΝ
Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.[Σ] [Κβ]
Ἐν δὲ τῷ κοινωνεῖν τοὺς πιστοὺς ὁ χορὸς ψάλλει:
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.[Σ] , [Τ]
[θ]
Χορός: Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Διάκονος: Εὐλόγησον, Δέσποτα.
Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Σ], [Υ]
Χορός: Ἀμήν.
ΕΥΧΑΡΙΣΤΙΑ-ΑΠΟΛΥΣΙΣ
Διάκονος: Ὀρθοί. Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ Μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Χορός: Δόξα σοι Κύριε, δόξα σοι.
Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Χορός: Κύριε, ἐλέησον.
Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Χορός: Σοί, Κύριε.
Ἱερεύς: Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου πάντας, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα· εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων σου.
(ἐκφώνως) Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Σ]
Ετοιμάζεται το παιδί ή τα παιδιά να μοιράσουν τις φωνές Κυρίου
Χορός: Ἀμήν.
Ἱερεύς: Ἐν εἰρήνῃ προέλθωμεν.
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Χορός: Κύριε, ἐλέησον.
Ἱερεύς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Χορός: Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄)
Είναι το αντίδωρο στη μέση των σκαλοπατιών της ωραίας πύλης , κάτω .
Προσέχουμε αν θα φτάσει το αντίδωρο . Ένας έχει τον νου του μόνο σε αυτό το θέμα.
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν. [Α]
Χορός: Κύριε, ἐλέησον.
Ἱερεύς: Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ᾿ ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [Σ], [Υ]
Χορός: Ἀμήν.
Ἱερεύς: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοι.
Χορός: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον (γ´). Δέσποτα ἅγιε, εὐλόγησον.
Ἱερεύς: Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἀγίου τοῦ ναοῦ), τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, τῶν (ἁγίων τῆς ἠμέρας), ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.[Σ]
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.[Σ]
Χορός: Ἀμήν
Μετά το Δι ευχων , ένα η δυο παιδιά διαδοχικά διαβάζουν αργά και καθαρά από τι μικρόφωνο του ψαλτήριου την ευχαριστία ( αν θέλετε κάποιες φορές να την διαβάζετε στη νεοελληνική γλώσσα) :
Εορτασμός Αγίων Τριών Ιεραρχών 30/1/2024
Τιμήσαμε τους Αγίους Τρεις Ιεράρχες όπως Τους αξίζει!
•Με θεία Λειτουργία το πρωί και επίκαιρη ομιλία από τους μαθητές του Ενιαίου Λυκείου Κρανιδίου. Στο τέλος η ενορία μας τίμησε, χαρίζοντάς τους συμβολικά ένα χρυσό σταυρό , την σύζυγο, πολύτεκνη μητέρα, εκπαιδευτικό και καλλιτέχνη κ. Αντιγόνη Λασκαρίδου- Καραΐσκου και την σύζυγο, πολύτεκνη μητέρα και μητέρα δυο εκπαιδευτικών και εορτάζουσα τα ονομαστήριά της σήμερα κ. Αρχοντούλα Νόνη- Βλαχοπούλου αναγνωρίζοντας τον πολυμοχθο αγώνα τους στον ιερό στίβο της χριστιανικής οικογένειας και προβάλλοντας τις δύο αυτές γυναίκες ως πρότυπα στην νέα γενιά.
•Με επίσκεψη στο φιλόξενο ΕΠΑ.Λ. Κρανιδίου κατόπιν ευγενικής προσκλήσεως του άξιου διευθυντού κ. Αναργύρου Καράγιαννη και των σεβαστών μας καθηγητριών και καθηγητών και κοπή της Αγιοβασιλειόπιτας, με την μέριμνα του συλλόγου γονέων και κηδεμόνων του σχολείου. Είχαμε τη χαρα της επικοινωνίας με τους μαθητές και τους εκπαιδευτικούς.
• Αποδεινο στο Κέντρο Νεότητας. Σύντομη ομιλία για τους Αγίους Τρεις Ιεράρχες, συζήτηση με τα παιδιά των κατηχητικών συνάξεων Γυμνασίου και κέρασμα .
Ευχομαστε και ελπίζουμε να γίνει ο Χριστός το Κέντρο της Νεότητας.Ο Χριστός , που δοξάστηκε από τους Μεγάλους Οικουμενικούς Διδασκάλους!
Χρόνια πολλά και ευλογημένα στην νεότητα της πατρίδας και στους εκπαιδευτικούς μας !
Οι δημιουργίες των παιδιών μας σήμερα στο κέντρο νεότητας στη πασχαλινό εργαστήρι. Ευχαριστούμε την κ. Αγγελική Μανιάτη Μπουγιατιώτη και ολα τα παιδιά για τη συμμετοχή τους ! Καλή Ανάσταση!
Πασχαλινό εργαστήριο με χειροτεχνίες και δημιουργίες ! Σάββατο , 1-4-2023 , 12:00-13:00. Κέντρο Νεότητας. Για παιδιά προσχολικής ηλικίας και δημοτικού ! Με την εικαστικό κ. Αγγελικη Μπουγιατιώτη – Μανιάτη ! Σας περιμένουμε παιδιά ! π. Χριστοφόρος
Το ΕΠΑ.Λ. Κρανιδίου στο Κέντρο Νεότητας για μια χριστουγεννιάτικη εκδήλωση
Υπέροχη Παράσταση κουκλοθέατρου με τίτλο: «Χριστουγεννιάτικη σούπα» από τους μαθητές του ΕΠΑ.Λ. Κρανιδιου στο Κέντρο Νεότητας ! Η παράσταση κουκλοθέατρου ήταν και για μικρούς και για μεγάλους . Μας προβλημάτισε δημιουργικά για την αγάπη και την φιλανθρωπία και μας ενεργοποίησε αυθόρμητα συναισθήματα συγκίνησης και συνειδητοποίησης των αληθειών που διαχρονικά έχουν τα Χριστούγεννα. Μεταξύ των διαλόγων της παράστασης παρεμβάλλονταν χορωδιακά επίκαιρα ελληνικά και ξένα τραγούδια σε υπέροχη απόδοση και συντονισμό και ιδιαίτερη νεανική ζωντάνια . Συγχαρητήρια σε όλους ! Ιδιαίτερες ευχαριστίες και συγχαρητήρια στον κ. Πέτρο Καραΐσκο και την κ. Αντιγόνη Καραΐσκου-Λασκαρίδου που ήταν οι εμπνευστές και η «ψυχή» της όλης διοργάνωσης! Ευχαριστούμε τον π.Πολυχρόνη για την παρουσία του ! Ευχαριστούμε όλους όσους ήταν κοντά μας! Ευχαριστούμε παιδιά ! Σας περιμένουμε πάλι! Ευλογημένα Χριστούγεννα!