ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΠΑΪΣΙΟΝ ΤΟΝ ΝΕΟΝ, ΤΟΝ ΑΓΙΟΡΕΙΤΗΝ
ποίημα π. Χριστοφόρου Καραβία
Τῇ Ὑπερμάχῳ
Τὴν Τρισυπόστατον Θεότητα δοξάσωμεν,
Τὴν καταστήσασαν Αὐτῆς κατοικητήριον,
Τὸν Παΐσιον τὸν νέον ἐν τοῖς ὁσίοις.
Τῷ ἐν Ἄθῳ ταπεινώσει διαλάμψαντι
Καὶ ἁπάντων ἀντιλήπτορι ἐν θλίψεσιν,
Ἐκβοήσωμεν·
Χαῖρε, Πάτερ Παΐσιε.
Ἄνθος τὸ ἐκ Φαράσων ἀνυμνῆσαι τολμῶντι, Παράκλητε, παράσχου μοι λόγον·
τὸν ἐν νέοις ὁσίοις κλεινὸν καὶ παρηγορίας Χριστοῦκήρυκα, Παΐσιον τὸν Γέροντα, καὶ βοῆσαι πρὸς αὐτὸν τοιαῦτα·
Χαῖρε, τὸ τέκνον Καππαδοκίας·
Χαῖρε, τὸ ἄστρον ἐκ Καισαρείας.
Χαῖρε, τῶν ἐκεῖσε Πατέρων ὁμότροπε·
Χαῖρε, παραδόσεως τούτων διάδοχε.
Χαῖρε, ὁ ἐκ κοιλίας μητρὸς τὸν Θεὸν ἀγαπήσας·
Χαῖρε, ὁ ἐν Προμήτορος μνήμῃ ἡλίου φῶς βλέψας.
Χαῖρε, Προδρόμου καὶ Εὐλογίας ἀπόγονε·
Χαῖρε, ἁγιοτόκου πατρίδος ἐπίγονε.
Χαῖρε, εἷς ἐκ δέκα σαρκὶ ἀδελφῶν·
Χαῖρε, προσφύγων διανύσας ὁδόν.
Χαῖρε, γένους εὐσεβοῦς ἀντάξιε·
Χαῖρε, μιμητὰ ἀσκητῶν δόκιμε.
Χαῖρε, Πάτερ Παΐσιε.
Βάπτισμα ὑπεδέξω, διὰ χειρῶν ἁγίων τοῦ ὁσίου Πατρὸς Ἀρσενίου. Ὅστις ἐκ τοῦ Θεοῦ ἐμπνευσθείς σε ὠνόμασε ὡσαύτως Ἀρσένιον· ὡς ἔμελλες πολλοὺς βαπτίσματος υἱοὺς διδάξαι κράζειν·
Ἀλληλούια.
Γόνος ὤν, Θεοφόρε, γῆς ἁγίων Μαρτύρων, ὁσίων τε ἀνδρῶν καὶδικαίων ἐγκατέλιπες αὐτὴν πανοικὶ καὶ ἐν τῇ Ἑλλάδι μετῴκησας,πτωχὸς καὶ χειμαζόμενος· διὸ καὶ λέγομέν σοι ταῦτα·
Χαίροις, ἐκ γῆς σου ἐκριζωθείς·
Χαίροις, ζωῆς ὁ ἐξαπορηθείς.
Χαίροις, ὅτι ἐν ἀγνώστοις ἔζης ἄγνωστος·
Χαίροις, ὅτι τῶν καλῶν ἦσθα προάγγελος.
Χαίροις, ὁ εἰς κοίμησιν γέροντός σου παρὼν ἐν Κερκύρᾳ ·
Χαίροις, ὁ τραφεὶς ἐν Κυρίου παιδείᾳ καὶ νουθεσίᾳ.
Χαίροις, ὁ σὺν γάλακτι θηλάσας εὐλάβειαν·
Χαίροις, ὁ ἀπὸ παιδὸς φιλῶν θεοσέβειαν.
Χαίροις, γενετῶν σου σεμνὸν καύχημα ·
Χαίροις, ἀδελφῶν σου ἀγαλλίαμα.
Χαίροις, ὁ μελετῶν Ἁγίων βίους·
Χαίροις, ὁ μιμούμενος τούτων τρόπους.
Χαίροις, Πάτερ Παΐσιε.
Δύναμιν τὴν ἐξ ὕψους ἔλαβες παιδιόθεν, τὸν κατ’ ἐπίγνωσιν ἔχων ζῆλον· τὰς γραφὰς τὰς θείας ἐρευνῶν, οὐκ ἔπαυες ὥσπερ ἔλαφος ἀεὶ ποτίζειν τὴν ψυχήν σου καὶ ἀσμένως Θεῷ ψάλλειν·
Ἀλληλούια.
Ἐν νεότητος ὥρᾳ , κρισίμῳ τοῖς ἀνθρώποις, ἀνάπαυσιν μόνην εἶχες, Μάκαρ, ἐργασίαν σώματος καὶ νοός, προσευχήν, μελέτην, σιωπήν, ἄσκησιν, κόποις τὴν ὕλην τεχνουργῶν· ὅθεν καὶ παρ’ ἡμῶν ἀκούεις·
Χαῖρε, νηστείᾳ σάρκα δαμάσας·
Χαῖρε, ἀγρυπνίᾳ ἐχθρὸν πλήξας.
Χαῖρε, ὁ χερσί σου ἐργαζόμενος σκληρῶς ·
Χαῖρε, δεξιότητας ἐξασκῶν ἱκανῶς.
Χαῖρε, μοναστικῆς πολιτείας τηρῶν ἀκρίβειαν·
Χαῖρε, στοργῇ σου σκεδάσας τὴν ὀρφανῶν κατήφειαν.
Χαῖρε, ὁ ἐν πειρασμοῖς ἐκδιώξας πειρασμόν·
Χαῖρε, ὁ διὰ τῆς εὐχῆς κοινωνήσας Χριστῷ.
Χαῖρε, μολὼν Παραδείσου εἰς αὐλάς·
Χαῖρε, διδοὺς Θεῷ δακρύων πηγάς.
Χαῖρε, ἀλλοθρήσκοις σέβας ἐμπνεύσας·
Χαῖρε, ἀγάπῃ πτωχοῖς ἐπαρκέσας.
Χαῖρε, Πάτερ Παΐσιε.
Ζάλην κόσμου, μερίμνας καὶ φροντίδας, Θεόφρον, χαρὰν ἐξ ἀγαθῶν ἐπιγείων, εἰς οὐδὲν σὺ λογισάμενος, Χριστῷ ἀνέτεινας νοῦν καὶ διάνοιαν. Λαβὼν δὲ τὴν ἀπόφασιν ἀεὶ Αὐτῷ δουλεύεινᾄδεις·
Ἀλληλούια.
Ἤνοιξας πτέρυγάς σου, προσευχὴν καὶ νηστείαν, μετὰ τὴν ἐν τῷ στρατῷ θητείαν πρὸς Θεοῦ σκηνώματα εὑρεῖν ζητῶν τόπον καταπαύσεως· τοῦτον δὲ κόποις διερευνῶν ὑπομονὴν ἤσκεις· διὸσοὶ κράζω·
Χαίροις ὁ φέρων σχῆμα ἀγγελικόν·
Χαίροις τοὺς πάλαι Ὁσίους τιμῶν.
Χαίροις, ὁ κατ΄ ἀρχὰς δὶς ἐν Ἄθῳ μεταβάς·
Χαίροις, ἐξ ἀρχῆς ὑπομείνας θλίψεις πολλάς.
Χαίροις, ἐν μονῇ Ἐσφιγμένου μοναχὲ Ἀβέρκιε·
Χαίροις, ἐν τῇ Φιλοθέου διακονητὰ πρόθυμε.
Χαίροις, μονὴν Στομίου κόποις ἀνακαινίσας·
Χαίροις, Ἀρσενίου λείψανα ἀνακομίσας.
Χαίροις, διαβόλου μηχανὰς τρέπων·
Χαίροις, σοφίᾳ αἱρέσεις ἐλέγχων.
Χαίροις, Χριστῷ ὁ προσφέρων ἀγῶνας·
Χαίροις, ἡσυχίαν ἡμῖν δεικνύων.
Χαίροις, Πάτερ Παΐσιε.
Θεοβάδιστον ὄρος τοῦ Σινᾶ, Θεομάκαρ, ἐπέλεξας ποθῶν ἐρημίαν· καὶ θεασάμενος αὐτοψεὶ τὴν Κυρίου δόξαν ἐμπειριῶν φρικτῶν τεκοινωνὸς γενόμενος, ὡς ἄγγελος ἐν γῇ ἐφθέγξω·
Ἀλληλούια.
Ἰδεῖν θείας ἀκτῖνας τοῦ φωτὸς τοῦ ἀκτίστου ἠθέλησα, μελετῶν σου τὸν βίον. Ἐνέδρας γὰρ ἐχθροῦ ἐκφυγών, τῆς ταπεινώσεως τὴν στολὴν ἐφόρεσας Χριστοῦ ἕλκων Χάριν · διὸ βοῶ σοι λέγων ταῦτα·
Χαῖρε, Σιναίου ἀναχωρητά·
Χαῖρε, πρὸς Μωσῆν θερμὲ πρεσβευτά.
Χαῖρε, ἐπισκευάσας καλύβην Ἰβήρων·
Χαῖρε ὁ νοερᾶς προσευχῆς βλύζων μύρον.
Χαῖρε, ὅτι ἠξιώθης ὑπὸ ἀγγέλου τραφῆναι·
Χαῖρε, ὅτι ἑκὼν ἦλθες ἐν Κατουνακίοις μεῖναι.
Χαῖρε, ὁ τῆς Σταυρονικήτα προϊστάμενος·
Χαῖρε, ὁ Τύχωνος ὑποτακτικὸς ἄριστος.
Χαῖρε, μάνδρας Σουρωτῆς ὁδηγητά·
Χαῖρε, μεγαλείων τοῦ Θεοῦ ὑμνητά.
Χαῖρε ἐρῶν σαρκὸς κακοπάθειαν·
Χαῖρε μισῶν τὴν κόσμου προσπάθειαν.
Χαῖρε, Πάτερ Παΐσιε.
Κακουχίας ἐδέξω, ὡς Θεοῦ ἐπισκέψεις καὶ πόνους σώματος, χρόνοις πλείστοις. Τὸ μαρτύριον τοῦτο ἀεὶ ὑπέμενες δυνάμει Θεοῦ,Ὅσιε, διδοὺς τελείαν μαρτυρίαν πίστεως τοῖς συμβοῶσιν·
Ἀλληλούια.
Λύτρωσιν μίαν ζήλῳ ἐπεπόθεις ἐν βίῳ, τὴν ἀπὸ τοῦ παλαιοῦ ἀνθρώπου.Τὸν γὰρ νέον Ἀδὰμ Ἰησοῦν ἠγάπησας θερμῶς μέχρι τοῦ τέλους σου, ὃ σημείων ἀρχὴ γέγονεν, πίστει οὖν σοι βοῶμεν·
Χαίροις, ὁρῶν Θεοῦ μυστήρια·
Χαίροις, ὁ λαλῶν τὰ σωτήρια.
Χαίροις, τὸν Ἄθω ὁ κρατῶν ἐν τῇ ψυχῇ σου·
Χαίροις, μοναστρίας στηρίξας διδαχῇ σου.
Χαίροις ὁ ἐν Ὄρει Ἁγίῳ τελευτῆσαι δεηθείς·
Χαίροις, ὅτι εἰς τὴν τοῦ Κυρίου ὑπήκουσας βουλήν.
Χαίροις, ὅτι φωτισθεὶς προεῖδες σὴν κοίμησιν·
Χαίροις, ὅτι ἔλεξας μοναχαῖς τὴν εἴδησιν·
Χαίροις, ὁ τόπον ὁρίσας σῆς ταφῆς·
Χαίροις, ὅθεν ἴαμα ῥέει πιστοῖς.
Χαίροις, ὅτι Χριστὸν ἐβίωσας·
Χαίροις, ὅτι σημεῖα ἐπέδειξας.
Χαίροις, Πάτερ Παΐσιε.
Μέλλοντος ἐκ τῶν τῇδε ἀπελθεῖν εἰς τὰ ἄνω ἐπεκαλέσθης τὴν Θεοτόκον, ἵνα πρὸς τὸν Υἱὸν μὲν αὐτῆς προπέμψῃ σου τὴν ψυχήν, τὴν ἐπιμελῶς ἑτοίμην Θεῷ, στηρίξῃ δὲ τὰς μοναστρίας ψαλλούσας·
Ἀλληλούια.
Νέαν δύναμιν λόγου δός μοι, τίμιε Πάτερ, τὴν ἐκ Πνεύματος τοῦ Παναγίου τοῦ σκηνώσαντος πάλαι σοὶ καὶ πλῆθος ἀνθρώπων διὰ σοῦ ἀγρεύσαντος. Ὅπως τὸν νοῦν κραταιωθείς, πρὸς σὲ νῦν εὐχαρίστως εἴπω·
Χαῖρε, ὁ ὡσεὶ ἄγγελος ζήσας.
Χαῖρε, ὁ διατηρῶν τὸ φιλακόλουθον·
Χαῖρε, ὁ φύσει ἔχων τὸ ἀκατάκριτον.
Χαῖρε, ὑπακοῆς τὸ μυστήριον ἱερουργήσας·
Χαῖρε, ὁ ἀνεξικακίας τὴν ὠφέλειαν δείξας.
Χαῖρε, ἀκτημοσύνης ὑπόδειγμα μέγα·
Χαῖρε, ὁ γεγονὼς Παρακλήτου καθέδρα.
Χαῖρε, ψυχῶν διαλύων τὸν ζόφον·
Χαῖρε, συμφορῶν διώκων τὸν πόνον.
Χαῖρε, ὁ λαβὼν χάριν τοῦ προορᾶν·
Χαῖρε, ὁ καὶ δυνάμενος διορᾶν.
Χαῖρε, Πάτερ Παΐσιε.
Ξένον βίον ἐν κόσμῳ βιοτεύσας,Τρισμάκαρ, ἀποταγὴν κόσμουᾑρετίσω· πρώτην ταύτην ἐν κλίμακι ἀρετῶν ὑπάρχουσαν διακρίσει προέκρινας· καὶ ἀνώτερος παθῶν τῷ Κυρίῳ μέλπεις ἀενάως·
Ἀλληλούια.
Ὅλως πλήρης ἀγάπης καὶ θυσίας ὑπάρχων πρὸς ἄνθρωπον τὸν πεφορτισμένον ἐκ φιλοθέου σου καρδίας οὐδένα τῶν ἀδελφῶν σου ἐχώρισας· προσφέρων τῷ Θεῷ λατρείαν ἀγάπης, διὸ σοὶ κράζω·
Χαίροις, ἀγάπης ὁ νέος κῆρυξ·
Χαίροις, νοὸς ἐργασίας μύστης.
Χαίροις, ὅτι πάθη ποικίλα διέκρινας·
Χαίροις, ὅτι τὴν ἔπαρσιν ἐθεράπευσας.
Χαίροις, ὁ καὶ τὴν κτίσιν θερμῇ ἀγάπῃ περιβάλλων·
Χαίροις, ὁ καὶ δυσπίστους ἁπλῶς ἀλήθειαν διδάσκων.
Χαίροις, κτησάμενος διάκρισιν τὴν τελείαν·
Χαίροις, ὁ καὶ ταύτην αὐξήσας πρὸς σωτηρίαν.
Χαίροις, γενόμενος πᾶσι τὰ πάντα·
Χαίροις, προτιμῶν καλύβην τῆς μάνδρας.
Χαίροις, ὁ τῶν δαιμονίων διώκτης·
Χαίροις, ὁ ψευδῶν φώτων καταδότης.
Χαίροις, Πάτερ Παΐσιε.
Πορφυρίῳ τῷ νέῳ, τῷ Καυσοκαλυβίτῃ, Ὁσίῳ τῆς Χριστοῦ Ἐκκλησίας, συνεδρίαν νῦν τὴν μυστικὴν καὶ θέαν τοῦ Ὡραίου κάλλει ὁμοῦ ἀπολαμβάνεις, Παΐσιε· καὶ ψάλλεις μετ’ αὐτοῦ κοινῷ Δεσπότῃ·
Ἀλληλούια.
Ῥήματα αἰωνίου βιοτῆς ἀπαντλοῦντες ἐκ πηγῆς λαμπρᾶς σου διανοίας ἁπλότητα τὴν πνευματικὴν ἐν ὑστέροις χρόνοις ἀπεκδεχόμεθα ὡς λύσιν οὐρανόσταλτον ἐν κατανύξει σοὶ βοῶντες·
Χαῖρε, τῆς ἁπλότητος ὁ κανών·
Χαῖρε, πρὸς Θεὸν πάντας ὁδηγῶν.
Χαῖρε, παρακλητικοῦ λόγου ἀπόστολε·
Χαῖρε, πασῶν καρδιῶν κλειδοῦχε ἔμπειρε.
Χαῖρε, σὺ ἀντιλῆπτορ καὶ φρουρὲ τοῦ σύμπαντος κόσμου·
Χαῖρε, ὁ ἀναιρῶν τῇ εὐχῇ σου τοὺς φύσεως νόμους.
Χαῖρε, ἐναντίους ὁρῶν μετὰ πραότητος·
Χαῖρε, σέλας φεραυγὲς θείας τελειότητος.
Χαῖρε, ὁ λατρευτὴς τῆς Θεοτόκου·
Χαῖρε, ἔφορε μονῆς Θεολόγου.
Χαῖρε, προσκυνητὰ τῆς Ἁγίας Γῆς·
Χαῖρε, ἐλπὶς τῆς αἰωνίου ζωῆς.
Χαῖρε, Πάτερ Παΐσιε.
Συμφιλίωσιν πάντων μετὰ πάντων τῶν ὄντων ἐπόθεις, ζῶν μακρὰν ἁμαρτίας. Συμπαθὼν γὰρ κτηνῶν καὶ φυτῶν, ἑρπετῶν καὶ πτηνῶν φύσιν, φιλόθεε, προπτωτικῶς ἐβίους τὴν Δημιουργίαν Θεῷ ψάλλων·
Ἀλληλούια.
Τῆς νεότητος φύλαξ γενοῦ, παρακαλοῦμεν, ὁ Νέος ἐν Ἁγίων ταῖς δέλτοις. Ἐξ ἀκρασίας σαρκός, λογισμῶν βλασφήμων καὶ ἀπογοητεύσεως προστάτεψον Ἑλλάδος τέκνα καὶ ἔμπνευσον ταῦτά σοι λέγειν·
Χαίροις, νεάζων τῷ φρονήματι·
Χαίροις, ὁ συμπαθὴς τῷ σχήματι.
Χαίροις, ὅτι τὴν νεότητα εὐεργετεῖς·
Χαίροις, ὅτι τὰ ἁμαρτήματα φανεροῖς.
Χαίροις, ὅτι τῷ πνεύματι ἀληθῶς ἄρχων ὑπάρχεις·
Χαίροις, ὅτι τοῖς ἀσθενέσι φιλευσπλάχνως συμπάσχεις.
Χαίροις, ὁ ἐπιλέξας σαρκὸς τὴν σωφροσύνην·
Χαίροις, ὁ ἱλαρῶς ἀσκῶν ἐλεημοσύνην.
Χαίροις, πάθη τῶν νέων θεραπεύων·
Χαίροις, προσερχομένοις χάριν νέμων·
Χαίροις, σοφὲ θεωρίᾳ καὶ πράξει·
Χαίροις, ὁ πιστοῖς ἐνεργῶν σημεῖα.
Χαίροις, Πάτερ Παΐσιε.
Ὑπὸ πλείστων ἐμπόνων καὶ δεινῶν νοσημάτων σφοδρῶς κατασχεθεὶς ἐν τῷ βίῳ, ἐλευθέρωσον πάντας ἡμᾶς, ἐλπίδι ἀναστάσεως, Ἅγιε, ἐκ φόβου τοῦ θανάτου καὶ φθορᾶς· τοὺς ἐκψυχῆς Κυρίῳ συμβοῶντας·
Ἀλληλούια.
Φῶς Χριστοῦ σὺ ὑπάρχεις καὶ λαμπὰς ἀνημμένη ἐν σκότει βορβορώδους κακίας· ὦ Γερόντων ἐσχάτων καιρῶν φῶς τηλαυγές, Παΐσιε· πλὴν φώτισον τὸν νοῦν ἡμῶν τῶν σὲ ἀνυμνούντων οὕτως·
Χαῖρε, Δικαίων ὁμόσκηνε·
Χαῖρε, Πορφυρίου συνόμιλε.
Χαῖρε, Ἰακώβου σύγχρονος καὶ συμμύστης·
Χαῖρε, πάλαι Πατέρων ἐκπληρῶν τὰς ῥήσεις.
Χαῖρε, κόποις τοῖς τοῦ σώματος ὁ λαβὼν ἀπάθειαν·
Χαῖρε, ὅτι ἀγωνισθεὶς ἐδέξω στέφη ἄφθαρτα.
Χαῖρε, σύμψυχε τῶν Ὁσίων Ἁγιορειτῶν·
Χαῖρε, καθηγητὰ τῶν κελλιωτῶν μοναχῶν.
Χαῖρε, Κουτλουμουσίου τὸ σέμνωμα·
Χαῖρε, παρθενευόντων τὸ καύχημα.
Χαῖρε, ἑκάστου μοναχοῦ ὁ τύπος·
Χαῖρε, τῆς ἁγιωσύνης ὁ ἵππος.
Χαῖρε, Πάτερ Παΐσιε.
Χριστοφόρον σε, Γέρον, θεωροῦμεν οἱ πάντες χαρισμάτων τῶν σῶν αὐγασθέντες· οὐκέτι γὰρ ἔζεις σύ, ἀλλὰ ὁ Χριστὸς ἐν σοί, Θεόληπτε· φέρων γὰρ Αὐτὸν ἐν σοῖς ἔργοις καὶ λόγοις, δέδωκας τοῖς πιστῶς βοῶσιν·
Ἀλληλούια.
Ψήφῳ Θεοῦ τοῦ ὄντος θαυμαστοῦ ἐν ἁγίοις ἠξιώθημεν πρέσβυνσὲ ἔχειν καὶ σύμμαχον ἁμαρτωλῶν συνδούλων σου πρὸς μετάνοιαν· χαίροντες οὖν χαρᾷ ἣν εὗρες ἐν θρόνῳ τοῦ Ὑψίστου σοὶ βοῶμεν·
Χαίροις, σοβῶν λύπην ψυχόλεθρον·
Χαίροις, πλάνου ἀκυρῶν ἔφοδον.
Χαίροις, ἀρρήτῳ δόξῃ τρυφῶν τῆς Τριάδος·
Χαίροις, σκεῦος ἐκλογῆς καταστὰς Κυρίου.
Χαίροις, τύπου Ἱεροσολυμιτίσσης Χάριν μαθών·
Χαίροις, Ἰσαὰκ καὶ Εὐφημίας ἐμφάνειαν ὁρῶν.
Χαίροις, Βλασίου Σκλαβαίνων ὁ εἰδὼς τὴν μορφήν·
Χαίροις, ἐν ταμείῳ ζῶν παρουσίαν θεϊκήν.
Χαίροις, πατήρ ἀλυτρώτων Ἑλλήνων·
Χαίροις, νέε προφῆτα τῶν μελλόντων.
Χαίροις, ὁ φωστὴρ τῆς Ὀρθοδοξίας·
Χαίροις, χαρὰ τῆς Χριστοῦ Ἐκκλησίας.
Χαίροις, Πάτερ Παΐσιε.
Ὦ γλυκύτατε πάτερ, Ἰησοῦ γλυκυτάτου ἀγάπην ἐν τῷ κόσμῳσκορπίσας· δέχου ἄτεχνον ταύτην γραφὴν ψυχῆς σου ὀσφραινομένην ἀρώματα· καὶ χάριν ἀγαπᾶν παράσχου τοῖς ψάλλουσι τῷ Κυρίῳ·
Ἀλληλούια.
Κοντάκιον( ἕτερον)
Τῇ Ὑπερμάχῳ
Πιστῶν Ἑλλήνων ὡς πατέρα στοργικώτατον
Καὶ λογισμῶν τοῦ πονηροῦ διώκτην κράτιστον
Τὸν Φαράσων βλαστὸν θεῖον ὑμνολογοῦμεν.
Πᾶσι δίδου τῆς ἁπλότητος τὸ χάρισμα
Καὶ ἀγάπην τοῦ Χριστοῦ παρακαλοῦμεν σε·
ἵνα κράζομεν·
Χαῖροις, πάτερ Παΐσιε.
Παΐσιε Ὅσιε , Θεῷ παριστάμενος, χαῖρε·
Καὶ χάριν χορήγει Χριστοφόρῳ σὲ ὑμνοῦντι.