Χαιρετισμοί Αγίου Μεγαλομάρτυρος Χριστοφόρου

ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΧΡΙΣΤΟΦΟΡΟΝ

Ποίημα αρχιμ.π.ΧριστοφόρουΕ.Καραβία

Τὸν Χριστοφόρον, φιλομάρτυρες, τιμήσωμεν

Τὸν τοῦ Σωτῆρος στρατιώτην γενναιώτατον,

       ς κατήργησε εἰδώλων τὴν τυραννίδα.

Ἱκετεύοντες λαβεῖν τὰς θείας χάριτας,

Ταῖς αὐτοῦ πρεσβείαις καὶ πταισμάτων ἄφεσιν

νακράξωμεν· Χαῖρε Μάρτυς πολύαθλε.

Ἀθλητὴς τροπαιοῦχος καὶ φωστὴρ ἀνεδείχθης,πλῖτα τοῦ Χριστοῦ, Χριστοφόρε·(τρίς) ὡς γὰρ πίστῃ τῇ ἀληθινῇ μέχρις αἵματος νομίμως ἐνήθλησας, δός μοιἄνωθεν ἔμπνευσιν σοὺς ἄθλους  εὐφημεῖν καὶ λέγειν·

Χαῖρε, φίλος Χριστοῦ ὁ γνήσιος·

Χαῖρε, μάρτυς Αὐτοῦ ὁ ἔνδοξος.

Χαῖρε, ὅτι λατρείαν  εἰδώλων ἀφῆκας·

Χαῖρε, ὅτι ὁμοφύλων τρόπους μισήσας.

Χαῖρε, φόβον τῶν ὁρώντων σε μετατρέψας εἰς χαράν·

Χαῖρε, πόθῳ τοῦ Νυμφίου σου τοῦ ἐχθροῦ λύσας ἀράν.

Χαῖρε, δυσμορφίαν ὄψεως μεταποιήσας·

Χαῖρε, ἐπήρειαν ὄφεως ἐξαφανίσας.

Χαῖρε, ὁ γενόμενος τέκνον φωτός·

Χαῖρε, ὁ φαινόμενος λαμπρὸς ἀριστεύς.

Χαῖρε, δι΄ οὗ βεβαιοῦται ἡ πίστις·

Χαῖρε, δι΄οὗ δόξαν ἔχει ὁ Κτίστης.

Χαῖρε, Μάρτυς πολύαθλε.

Βλέποντες τοῦ Κυρίου πρόνοιαν καὶ ἀγάπην ἐκλέξαντός σε ἐκ τῶν βαρβάρων καὶ φυλάσσοντός σου τὴν ψυχὴν ἐκ σκότους τῆς ἀπωλείας, ἀοίδιμε, τὴν δόξαν ἀναπέμπομεν Αὐτῷ βοῶντες ὁμοφώνως·

Ἀληλλούια.

Γνῶσιν τῆς εὐσεβείας ἔλαβες, Χριστοφόρε, καὶ τῷ πάντων Θεῷ προσηνέχθης. Καὶ Ἀγγέλου ἤκουσας φωνῆς Ρέπρεβε, ἀνδρίζου καὶ λαβὲ δύναμιν. Ὑμεῖς δέσοι κραυγάζομεν τῷ τοιαύτην χάριν δεχθέντι·

Χαῖρε, λαβὼν ἐξ ὕψους δύναμιν·

Χαῖρε, ἐρῶν καλῶν τελείωσιν.

Χαῖρε, θαυμάσια Θεοῦ προσδεχόμενος·

Χαῖρε, κάλλη οὐρανοῦ ὁ αἱρούμενος.

Χαῖρε, ὅτι ὡς Ἠσαΐας εδες τὸν ἄνθρακα Χριστὸν·

Χαῖρε, ὅτι ὡς ὁ Παῦλος ἐδέξω φῶς τὸ μυστικόν.

Χαῖρε, ὁ δι΄ Ἀγγέλου εὐλογηθεὶς ὥστε λαλεῖν·

Χαῖρε, ὁ διὰ χειρὸς τοῦ Θεοῦ κραταιωθείς.

Χαῖρε, ὁ τοιμασθεὶς δι΄ἀγῶνας·

Χαῖρε, ὁ προκριθεὶς διὰ τὰς νίκας.

Χαῖρε, ὁ τὰς μελλούσας θλίψεις εἰδώς·

Χαῖρε, βελίαρ παγίδας ὁρῶν.

Χαῖρε, Μάρτυς πολύαθλε.

Δύναμιν ὁ διδούς σοι Ἰησοῦς, ἀθλοφόρε, εἰς πίστωσιν τῆς αὐτοῦ ἀγάπης  καὶ θανάτου νικήσας ἰσχὺν, τῆς ἀναστάσεως πάντας ἠξίωσεν τοὺς θέλονταςσυνανυμνεῖν αὐτοῦ τὴν δόξαν καὶ βοῶντας·

Ἀλληλούια.

Ἔχων τὴν ἐμπειρίαν τοῦ φωτὸς τοῦ ἀκτίστου τοῦ εὔγλωττον ποιοῦντός σε, Μάρτυς, λάτριας τῶν εἰδώλων εὐθὺς τοὺς Χριστὸν ἐκδιώκοντας ἤλεγξας·καὶ ὡς εἰς τέλος ὑπέμεινας, κούεις παρ΄ ἡμῶν ταῦτα·

Χαῖρε, τῆς ἀληθείας ὁ κῆρυξ·

Χαῖρε, τῆς ὑπομονς ἐργάτα.

Χαῖρε, ὁ ἀγαπῶν  Θεὸν τὸν φιλάνθρωπον·

Χαῖρε, μιμητ τῆς Αὐτοῦ ταπεινώσεως.

Χαῖρε, ὁ ἐκ τῶν ἐναντίων περιστάσεων σωθείς·

Χαρε, ὁ ἀπὸγόνου γένους πολύκαρπος φανείς.

Χαῖρε, ὁ συγκεράσας κάλλος καὶ ἀσχημίαν·

Χαῖρε, ὁ συνδυάσας ῥώμην καὶ ἠρεμίαν.

Χαῖρε, ὁ μυστολέκτης τῆς χάριτος·

Χαῖρε, ὁ νικηφόρος καὶ ἄλκιμος.

Χαῖρε, Χριστοῦ πρὸς ἡμᾶς εὐλογία·

Χαῖρε, μερόπων θερμὴ προστασία.

Χαῖρε, Μάρτυς πολύαθλε.

Ζήλῳ καὶ προσπαθείᾳ, κόπῳ καὶ ἐγκρατείᾳμετέστρεψας φύσιν σου, γενναῖε. Μιμησάμενος γὰρ ἀκριβῶς τὰ Μαρτύρων καὶ Δικαίων παλαίσματα καὶ πορφυρώσας σὴν στολὴν εἴληφας τοὺς στεφάνους κράζων·

Ἀλληλούια.

Ἤκουσας τοῦ Κυρίου προσκαλοῦντός σε, μάκαρ, καὶ ἔδωκας Αὐτῷ σὴν καρδίαν, Χριστοφόρε Μάρτυς θαυμαστέ. θεν Θεὸς σημεῖα διὰ σοῦ ποιεῖ πρὸς ἔπαινον τῆς πίστεως· κἀγὼ σοὶ εὐγνωμόνως λέγω·

Χαῖρε, θαυμάτων ὁ ταμειοῦχος·

Χαῖρε, τῶν δυνάμεων ἡ θύρα.

Χαῖρε, βασιλέως Δεκίου ὁ ἔλεγχος·

Χαῖρε, διακοσίους ἄνδρας τροπούμενος .

Χαῖρε, ῥάβδος ὅτι ἤνθησε ἡ ξηρὰ τῇ σῇ εὐχῇ·

Χαῖρε, ἄρτους γὰρ ἐπλήθυνε Ἄγγελος νεύσει τῇ σῇ.

Χαῖρε σοὶ βοῶσι στρατιῶται πιστεύσαντες·

Χαῖρε σοὶ φωνοῦσι  φωτισθέντες ἀλλόθρησκοι.

Χαῖρε, ὁ βαπτισθεὶς ὑπὸ ἁγίου·

Χαῖρε, ὁδηγὲ πρὸς τρίβον Κυρίου.

Χαῖρε, ὁ λιπὼν τὴν Ρεπρέβου  ζωήν·

Χαῖρε, ἐν ρείθροις Χριστοφόρος κληθείς.

Χαῖρε, Μάρτυς πολύαθλε.

Θεοσύλλεκτον πλῆθος νεοφύτων μαρτύρων  διὰ σοῦ, Χριστοφόρε, κληθέντων, Παραδείσου μετοικν εἰς αὐλὰς, εὐκληρίαν ερε καὶ χαρὰν ἄφθαστον· καὶ δει ἡ ὁμήγυρις μετὰ τοῦ ἑαυτῶν ἀλείπτου·

Ἀλληλούια.

Ἱλαρὸς τῷ τυράννῳ, εἰ καὶ γίγας τὸ δέμας, παρέστης ὥσπερ δοῦλος Κυρίου. Τῇ ἰδίᾳ θελήσει ἀχθεὶς καὶ ταῖς θρασείαις ἀπειλαῖς μὴ πτοηθείς, καθωμολόγησας  Χριστόν· διὸ  καὶ σοὶ φωνοῦμεν ταῦτα·

Χαῖρε, ἀτρόμητε στρατιῶτα·

Χαῖρε, δόξης ἀρρήτου θεόπτα.

Χαῖρε, μαθητὰ τοῦ Θεοῦ βεβαιόπιστε·

Χαῖρε, τῆς φρονήσεως πύργε θεόκτιστε.

Χαῖρε, ὅτι μετεστράφησαν οὐκ ὀλιγοι ἀσεβεῖς·

Χαῖρε, ὅτι ἐδιδάχθησαν μαθητεύσαντες πολλοί.

Χαῖρε, ὁ ἐκ τῆς τοῦ ἄρχοντος μανίας ῥυσθείς·

Χαῖρε, ὁ ἔκ τε τοῦ δαίμονος θυμοῦ μ βλαφθείς.

Χαῖρε, Παγκάλου Ἰωσὴφ μιμητά·

Χαῖρε, ἀσέμνων γυναίων λυτρωτά.

Χαῖρε, ὁ τὴν λαγνείαν ἀπορρίψας·

Χαῖρε, ὁ κτησάμενος σωφροσύνην.

Χαῖρε, Μάρτυς πολύαθλε.

Κύρηκες  μετανοίας ἔμψυχοι γεγονυῖαι Καλλινίκη σὺν τῇ Ἀκυλίνῃ. Καταλείψασαι τὰς ἡδονὰς καὶ δοξάσασαι τὸν τοῦ φωτὸς Κύριον, σύμψυχαι ἀναμέλπουσι μετὰ τῆς γυναικῶν χορείας·

Ἀλληλούια.

Λυτρωθείς ἐκ κινδύνου σαρκικῶν μολυσμάτων ἐπάτησας  σατὰν πανουργίαν. Καὶ ὁ τύραννος πάλιν μανείς, φρικτοῖς  Σε, Μάκαρ, αἰκισμοῖς παρέδωκεν. Ἄγγελοι μὲν ἐθαύμασαν, ἡμεῖς δὲ ἀνυμνοῦμεν οὕτως·

Χαῖρε, ὁ ἐκ τῆς φλογὸς μὴ καείς·

Χαῖρε, ὁ ἐκ τῶν ἥλων μὴ τρωθείς.

Χαῖρε, ὁ προσδεθεὶς εἰς μηχανὴν χαλκίνην·

Χαῖρε, ὁ ὀφθεὶς ἀνάλωτος ἐκ πληγμάτων.

Χαῖρε, ὅτι ἀνὴρ ἀστράπτων δυναμῶν σε κατέβη·

Χαῖρε, ὅτι Χριστὸς ἐπεσκέψατό σε, ὁ σωτήρ σου.

Χαῖρε, θείαν ἀποκάλυψιν δεξάμενος·

Χαῖρε, ὁ τῶν μεγαλομαρτύρων συνόμιλος.

Χαῖρε, τῆς καρτερίας ὑπογραμμός·

Χαῖρε, τς Ἐκκλησίας ἀστὴρ φαεινός.

Χαῖρε,  Θεοῦ ἀετὲ χρυσοπτέρυξ·

Χαῖρε, λιμὴν τῶν ἐν βίῳ πλεόντων.

Χαῖρε, Μάρτυς πολύαθλε.

Μείζονα ερες δόξαν εἰς τὸν θρόνον Κυρίου παστάδων καὶ ἀρχῶν ἐπιγείων. Παραδοὺς σὴν ψυχὴν τῷ Θεῷ, πρέσβυς μέγας καὶ πατὴρ πέφυκας ἡμῶν τῶν τελούντων τὴν σὴν μνήμην, Χριστοφόρε, καὶσυμψαλλόντων·

Ἀλληλούια.

Νέος καὶ ῥωμαλέος εἰς Θεὸν προσηνέχθης ὡς θύμα ἐθελόθυτον, Μάρτυς. Ἐκτμηθεὶς γὰρ τὴν σὴν κεφαλν, κεφαλὰς δρακόντων μιαρῶν ἔθλασας. Ἡμεῖς δὲ τὸ μαρτύριον θαυμάζοντες πιστῶς βοῶμεν·

Χαῖρε, πυρίμορφε μύστα Θεοῦ·

Χαῖρε, παμφίλτατε υἱὲ Αὐτοῦ.

Χαῖρε, ἀσθενῶν ἰατρὸς ἑτοιμότατος·

Χαῖρε, θλιβομένων χαρὰ ἀναφαίρετος.

Χαῖρε, ὅτι τὰ σὰ λείψανα Πνεύματός ἐστι ναός.

Χαῖρε, ὅτι πλήρης χάριτος πέλει σὴ σεπτὴ εἰκών.

Χαῖρε, τῆς ἀθεΐας ὁ ὀξὺς καθαιρέτης·

Χαῖρε, τῆς ἀκηδίας ταχὺς ἀναιρέτης.

Χαῖρε, πρᾶος εἰ καὶ ὑβριζόμενος·

Χαῖρε, ἡδὺς εἰ καὶ διωκόμενος.

Χαῖρε, ὁδηγῶν ὁδηγὸς νουνεχής·

Χαῖρε, τῶν ἀλγηδόνων θεραπευτής.

Χαῖρε, Μάρτυς πολύαθλε.

Ξενηκούστων σημείων ἔμπλεως ν σὸς βίος, πανάριστε, τοὺς πάντας κπλήττει . Τῆς πρωτέρας ζωῆς χωρισθείς, τοῦ φωτὸς τὴν τρίβον σφοδρῶς ἐζήλωσας· Ἱησοῦς οὖν  καλέσας σε, ἐδίδαξέ σε πιστῶς λέγειν·

Ἀλληλούια.

Ὄχημα ταχυτάτης πρὸς τὰ  ἄνω πορείας ὁρῶμέν σε,σοφὲ Χριστοφόρε. Μεταβαίνεις γὰρ μετὰ χαρᾶς ἐκ τῶν γεηρῶν πρὸς  αἰωνίαν Σιών. Ὡς διήνυσας τὸν δρόμον θεαρέστως, ἑρῶ σοί ταῦτα·

Χαῖρε,  προνοίᾳ  Θεοῦ ἐκλεγείς·

Χαῖρε, πρὸς ἄλλην πορείαν στραφείς.

Χαῖρε, ὁναιρῶν πειρασμοὺς καὶ θερίζων·

Χαῖρε, ὁ βοηθῶν τοὺς πιστοὺς καὶ στηρίζων.

Χαῖρε, ὕδατα ποτάμια κόποις ὁ διαπερῶν·

Χαῖρε, μάκαρ, ὁ ἐν ὤμοις σου μεταφέρων τὸν Χριστόν.

Χαῖρε, ὅτι τὸν καύσωνα τῆς ἡμέρας  κρατεῖς·

Χαῖρε, ὅτι τὴν ἅλωνα τῆς κακίας πατεῖς.

Χαῖρε, ὁ προφθάνων ἐν τοῖς κινδύνοις·

Χαῖρε, ὁ φιλῶν τὸν φιλοῦντα πάντας.

Χαῖρε, ὅτι σὸν ὄνομα τιμᾶται·

Χαῖρε, ὁ ἔχων πολλὴν παρρησίαν.

Χαῖρε, Μάρτυς πολύαθλε.

Πᾶσαι φιλομαρτύρων στραταί, στρατιώτην Χριστοῦἀνευφημήσωμεν πόθῳ. Τὸ γὰρ αἷμα αὐτοῦ κρουνηδὸν διὰ τὴν θείαν ἀγάπην ἐξέρευσεν· καὶ νῦν σκιρτῶν εἰς οὐρανοὺς μετὰ τῶνσωμάτων ψάλλει·

Ἀλληλούια.

Ῥήματα ἐγκωμίων ἐκ χειλέων ἀνάγνων προσφέρομέν σοι τῷ Χριστοφόρῳ, ἐξαιτούμενοι πίστιν θερμὴν καὶγάπην ἀνυπόκριτον λήψεσθαι εὐχαῖς σου, Μάρτυς ἔνδοξε, τοῖσδέ σε λόγοις προσφωνοῦμεν·

Χαῖρε, εἰκὼν Θεοῦ ἡ ἁγία·

Χαῖρε, πενήτων ἡ προστασία.

Χαῖρε, σὺ τῶν πάλαι μαρτύρων ἐφάμιλε·

Χαῖρε, σὺ τῶν νῦν περιστάσεων πρόμαχε.

Χαῖρε, σκεπαστὰ τῆς ποίμνης σου πολιοῦχέ τελαμπρέ·

Χαῖρε, πόλεώς σου σύμμαχε καὶ ὑπέρμαχε στερρέ.

Χαῖρε, σὺ ὁ προτιμήσας τὰ ἄνω τῶν κάτω·

Χαῖρε, ὁ ἀναδειχθεὶς τῆς πιστότητος βράχος.

Χαῖρε, ῥοῆς τοῦ πνεύματος πέλαγος·

Χαῖρε, ὁ δεχθεὶς τὸ θεῖον ἔλεος.

Χαῖρε, ὁ ἀγαπῶν ἀδιακρίτως·

Χαῖρε, ὁ διαλύων παθῶν νέφος.

Χαῖρε, Μάρτυς πολύαθλε.

Σόφισόν με,  σεπτὲ τοῦ ησοῦ ἀθλοφόρε, τὸν ἄσοφον καὶ ἄφρονα δοῦλον. Ἐν λιμῷ γὰρ ν πνευματικῷ δειλιῶ καὶ τρέμω μέλλων παρίστασθαι πὶ τοῦφρικτοῦ βήματος καὶ μελωδεῖν τῷ Κριτῇ πάντων·

Ἀλληλούια.

Τεῖχος τῶν ὀρθοδόξων νεῖκος τε τῶν εἰδώλων σὲ ἔγνωμεν, κλεινὲ Χριστοφόρε. Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐκραταίωσέ σε Βασιλεύς, Ἅγιε· δοξάσας οὖν τὸν βίον σου ἐνέπνευσεν ἡμᾶς  σοὶ  λέγειν·

Χαῖρε, ἀθεΐαν γλυπτῶν παύων·

Χαῖρε, ὁ ἀήττητος ἐν μάχαις.

Χαῖρε, μετανοίας ἀκτὶς τηλαυγέστατε·

Χαῖρε, Δεσπότου σου ὑπήκοε πρόθυμε.

Χαῖρε, δίκαιε ζῶν εἰς αἰῶνας, ὡς φησὶ Σολομών·

Χαῖρε, ὅτι σοῦ οὐχ ἥψατο βάσανος τῶν διωκτῶν.

Χαῖρε, ὅτι ἡ ζωή σου εἶ ἐν χειρὶ Κυρίου·

Χαῖρε, σχὼν ὑπομονὴν Ἰὼβ τοῦ πολυάθλου.

Χαῖρε, πεφοινιγμένε σοῖς αἵμασιν·

Χαῖρε, ὁ νῦν θερίζων τὰ δράγματα.

Χαῖρε, ὁ λάμψας ἀρχαίοις ἔτεσιν·

Χαῖρε, ὁ λήγων κακῶν τὴν ἔντασιν.

Χαῖρε, Μάρτυς πολύαθλε.

Ὕμνους  εὐχαριστίας σοὶ προσφέρομεν αὖθις οἱ σπεύδοντες τῷ  θείῳ σου οἴκῳ. Αἰτημάτων δὲ ἡμεῖς πληθύν, θερμῶς τῇ σῇ εἰκόνι ἀναφέρομεν ἐλπίζοντες εἰς τὴν βοήθειάν σου καὶ Θεῷ βοῶντες·

Ἀλληλούια.

Φαεινὸς ἀστήρ, φαίνων τοῖς ἐν σκότει ἀγνοίας ἐξέλαμψας, σὺ ὁ Χριστομάρτυς. Δαδουχεῖς τε θαυμάτων αὐγαῖς τοὺς προστρέχοντας τῇ ἁγίᾳ κάρᾳ σου ἐν ὄρει Ἄθωνος κειμένῃ καὶ ἀναφωνοῦντας ταῦτα·

Χαῖρε, ὁ ῥύαξ χαρίτων πολλῶν·

Χαῖρε, ὁ πῖδαξ ναμάτων καλῶν.

Χαῖρε, ὅτι ἔπρισας λύκον κρυπτόμενον·

Χαῖρε, ὅτι ἔγνως τῶν νέων προβλήματα.

Χαῖρε,  ἡ τῶν πρεσβυτῶν βακτηρία καὶ παράκλησις·

Χαῖρε, τῶν αἰσχρῶν φαντασιῶν ἡ ταχεῖα ἀπόρριψις.

Χαῖρε, ἐξ ἀδοκήτων  περιστάσεων ῥυτήρ·

Χαῖρε, ὁ τῶν ἐγκρατευομένων νέων πατήρ.

Χαῖρε, παντὸς αἰτήματος πλήρωσις·

Χαῖρε, τοῦ πένθους τὸ θεῖον βάλσαμον.

Χαῖρε, ὁ εὐλογῶν πιστῶν μάξας·

Χαῖρε, ἡ τῆς χάριτος μυροθήκη.

Χαῖρε, Μάρτυς πολύαθλε.

Χριστοφόρε Τρισμάκαρ, βαπτισθεὶς θείᾳ νεύσει ὑπὸ τοῦ ἀρχιθύτου Βαβύλα καὶ πλησθεὶς θαβωρείου φωτὸς καινισθείς τε δι΄ὕδατος καὶ Πνεύματος, πρὸς μαρτυρίου σκάμματα ὥρμισας, τῇ Τριάδι κράζων·

Ἀλληλούια

Ψυχικῶν νοσημάτων καὶ παθῶν ἀνιάτων  σὲ ἔχομεν ἀκέστορα μέγα. Χριστοφόρε, παῦσον τὰ δεινὰ γενεᾶς ἡμῶν χρηζούσης ἰάσεως ἐκ τῶν τοῦ πάλαι ὄφεως δηγμάτων, ἵνα σοὶ βοήσω·

Χαῖρε, σκοτασμὸν παύων ψυχῶν·

Χαῖρε, ὁ καλλύνων τὸν μονασμόν.

Χαῖρε, ἐν ἀσφάλτῳ προφθάνων τὸν κίνδυνον·

Χαῖρε, δυστυχημάτων ἀκυρῶν ἔφοδον.

Χαῖρε, ἄνερ λαμπροστόλιστε εἰ καὶ τῇ ὄψει  τραχύς·

Χαῖρε, κῆπε ζωομύριστε εὐωδίᾳ θεϊκῇ.

Χαῖρε, ἡ τῆς ἀνδρείας ραία κυπάρισσος·

Χαῖρε, λειμὼν ἀγνείας ἀρδεύσει τῆς χάριτος.

Χαῖρε, σταυροῦ δυνάμει εὐλογηθείς·

Χαῖρε, ἐν σταδίῳ φανεὶς νικητής.

Χαῖρε, ὁ ἡμῶν φύλαξ καὶ πρεσβευτής·

Χαῖρε, μελλόντων  ἀγαθῶν ἡ ἐλπίς.

Χαῖρε, Μάρτυς πολύαθλε.

 Χριστώνυμε μάρτυς, Χριστοφόρε, ὁ φέρων Χριστὸν καὶ τοῖς ἀνθρώποις δεικνύων (τρίς)·

δέχου πάντων ἡμῶν τὰς λιτὰς καὶ ἐκ λόγων πενιχρῶν ἔπαινον· καὶ σῶσον τοὺς κραυγάζοντας τῷθλοθέτῃ σου ἐν πίστει·

Ἀλληλούια.

Τὸν Χριστοφόρον ὁμοφρόνως μακαρίσωμεν,

ὅτι ἀξίως τὴν ὁδὸν Χριστοῦ διήνυσεν

καὶ τὸ στέφος ἔλαβεν τὸ τοῦ μαρτυρίου,

καρτερίας καὶ δυνάμεως ὑπόδειγμα

καὶ τῆς πίστεως ἐδείχθη ἐγκαλώπισμα

αὐτῷ κράζοντες· Χαῖρε Μάρτυς πολύαθλε.

Χριστοφόρε ὁ Χριστὸν φέρων ἐν σῇ καρδίᾳ,

Τοὺς τὸ σὸν ὄνομα φέροντας ἀεὶ εὐλόγει